호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὐθὺσ δὲ τῶν σωματοφυλάκων οἱ μὲν πρὸσ τὸ σῶμα τοῦ βασιλέωσ ὡρ́μησαν, οἱ δ’ ἐπὶ τὸν τοῦ σφαγέωσ διωγμὸν ἐξεχύθησαν, ἐν οἷσ ὑπῆρχον καὶ Λεόννατοσ καὶ Περδίκκασ καὶ Ἄτταλοσ. ὁ δὲ Παυσανίασ προλαβὼν τῆσ διώξεωσ ἔφθασεν ἂν ἐπὶ τὸν ἵππον ἀναπηδήσασ, εἰ μὴ τῆσ ὑποδέσεωσ περὶ ἄμπελόν τινα περιπλακείσησ ἔπεσεν. διόπερ οἱ περὶ τὸν Περδίκκαν καταλαβόντεσ αὐτὸν ἐκ τῆσ γῆσ ἀνιστάμενον καὶ συγκεντήσαντεσ ἀνεῖλον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기