호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀκολούθωσ δὲ τούτοισ καὶ ἕτεραί τινεσ ὥσπερ ἐνθεάζουσαι ἐγένοντο φωναί, προδηλοῦσαι τὴν τοῦ βασιλέωσ καταστροφήν. ἐν γὰρ τῷ βασιλικῷ πότῳ Νεοπτόλεμοσ ὁ τραγῳδόσ, πρωτεύων τῇ μεγαλοφωνίᾳ καὶ τῇ δόξῃ, προστάξαντοσ αὐτῷ τοῦ Φιλίππου προενέγκασθαι τῶν ἐπιτετευγμένων ποιημάτων καὶ μάλιστα τῶν ἀνηκόντων πρὸσ τὴν κατὰ τῶν Περσῶν στρατείαν, ὁ μὲν τεχνίτησ κρίνασ οἰκεῖον ὑποληφθήσεσθαι τὸ ποίημα τῇ διαβάσει τοῦ Φιλίππου καὶ τὴν εὐδαιμονίαν ἐπιπλῆξαι βουλόμενοσ τοῦ Περσῶν βασιλέωσ, καίπερ οὖσαν μεγάλην καὶ περιβόητον, ὅπωσ μεταπέσοι ποτ’ ἂν εἰσ τοὐναντίον ὑπὸ τῆσ τύχησ ἤρξατο λέγειν τόδε τὸ ποίημα· φρονεῖτε νῦν αἰθέροσ ὑψηλότερον καὶ μεγάλων πεδίων ἀρούρασ, φρονεῖθ’ ὑπερβαλλόμενοι δόμων δόμουσ, ἀφροσύνᾳ πρόσω βιοτὰν τεκμαιρόμενοι. ὁ δ’ ἀμφιβάλλει ταχύπουν κέλευθον ἑρ́πων σκοτίαν, ἄφνω δ’ ἄφαντοσ προσέβα μακρὰσ ἀφαιρούμενοσ ἐλπίδασ θνατῶν πολύμοχθοσ Αἵδασ καὶ τὰ τούτων ἐφεξῆσ προσσυνεῖρε, πάντα πρὸσ τὴν ὁμοίαν φερόμενα διάνοιαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기