호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ μὲν γὰρ Φίλιππος τοῖς κριοῖς τύπτων τὰ τείχη συνεχῶς κατέβαλλε καὶ διὰ τῶν ὀξυβελῶν ἀνείργων τοὺς ἐπὶ τῶν ἐπάλξεων ἅμα μὲν διὰ τῶν πεπτωκότων τειχῶν ἀθρόως τοῖς στρατιώταις εἰσέπιπτεν, ἅμα δὲ διὰ τῶν κλιμάκων πρὸς τὰ γεγυμνωμένα τῶν τειχῶν προσέβαινε:? διὸ καὶ τῆς μάχης ἐκ χειρὸς οὔσης οἱ μὲν ἀπέθνησκον, οἱ δὲ τραύμασι πολλοῖς περιέπιπτον. τὰ δὲ τῆς νίκης ἔπαθλα προεκαλεῖτο τὰς τῶν ἀγωνιζομένων ἀνδραγαθίας:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기