- 텍스트

Diodorus Siculus, Library, book xvi, chapter 70

(디오도로스 시켈로스, Library, book xvi, chapter 70)

ἐπ ἄρχοντος δ Ἀθήνησι Πυθοδότου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Πλαύτιον καὶ Τίτον Μάλλιον.? ἐπὶ δὲ τούτων Τιμολέων καταπληξάμενος Διονύσιον τὸν τύραννον ἔπεισεν αὐτὸν παραδοῦναι τὴν ἀκρόπολιν καὶ τὴν ἀρχὴν ἀποθέμενον ἀπελθεῖν εἰς Πελοπόννησον ὑπόσπονδον, ἔχοντα τὰ ἴδια χρήματα. οὗτος μὲν οὖν δι ἀνανδρίαν καὶ ταπεινότητα ψυχῆς τήν τε περιβόητον τυραννίδα καὶ δεδεμένην, ὡς ἔφασαν, ἀδάμαντι τὸν εἰρημένον τρόπον ἀπέλιπε καὶ κατεβίωσεν ἀπορούμενος ἐν Κορίνθῳ, τὸν δ ἴδιον βίον καὶ τὴν μεταβολὴν ἔσχε παράδειγμα τοῖς καυχωμένοις ἀφρόνως ἐπὶ ταῖς εὐτυχίαις:

ὁ γὰρ ἔχων τετρακοσίας τριήρεις μετ ὀλίγον ἐν μικρῷ στρογγύλῳ πλοίῳ κατέπλευσεν εἰς τὴν Κόρινθον, περίβλεπτον ἔχων τὴν τῆς μεταβολῆς ὑπερβολήν.

Τιμολέων δὲ παραλαβὼν τὴν Νῆσον καὶ φρούρια τὰ τῷ Διονυσίῳ πρότερον ὑπακούοντα τὰς μὲν κατὰ τὴν Νῆσον ἀκροπόλεις καὶ τὰ τυραννεῖα κατέσκαψε, τοῖς δὲ φρουρίοις ἀπέδωκε τὴν ἐλευθερίαν.

εὐθὺς δὲ καὶ νομογραφεῖν ἤρξατο, τιθεὶς δημοκρατικοὺς νόμους καὶ τὰ περὶ τῶν ἰδιωτικῶν συμβολαίων δίκαια καὶ τἄλλα πάντα ἀκριβῶς διέταξε, πλείστην φροντίδα τῆς ἰσότητος ποιούμενος.

κατέστησε δὲ καὶ τὴν κατ ἐνιαυτὸν ἐντιμοτάτην ἀρχήν, ἣν ἀμφιπολίαν Διὸς Ὀλυμπίου καλοῦσιν Συρακόσιοι:

καὶ ᾑρέθη πρῶτος ἀμφίπολος Διὸς Ὀλυμπίου Καλλιμένης Ἀλκάδα καὶ τὸ λοιπὸν διετέλεσαν οἱ Συρακόσιοι τοὺς ἐνιαυτοὺς ἐπιγράφοντες τούτοις τοῖς ἄρχουσι μέχρι τῶνδε τῶν ἱστοριῶν γραφομένων καὶ τῆς κατὰ τὴν πολιτείαν ἀλλαγῆς: τῶν γὰρ Ῥωμαίων μεταδόντων τοῖς Σικελιώταις τῆς πολιτείας ἡ τῶν ἀμφιπόλων ἀρχὴ ἐταπεινώθη, διαμείνασα ἔτη πλείω τῶν τριακοσίων. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν. κατὰ δὲ τὴν Μακεδονίαν Φίλιππος τὰς ἐπὶ Θρᾴκῃ πόλεις Ἑλληνίδας εἰς εὔνοιαν προκαλεσόμενος ἐστράτευσεν ἐπὶ Θρᾴκην.

Κερσοβλέπτης γὰρ ὁ βασιλεὺς τῶν Θρᾳκῶν διετέλει τὰς ἐφ Ἑλλησπόντῳ πόλεις ὁμορούσας τῇ Θρᾴκῃ καταστρεφόμενος καὶ τὴν χώραν καταφθείρων. βουλόμενος οὖν ἐμφράξαι τῶν βαρβάρων τὴν ὁρμὴν ἐστράτευσεν ἐπ αὐτοὺς σὺν πολλῇ δυνάμει.

νικήσας δὲ πλείοσι μάχαις τοὺς Θρᾷκας τοῖς μὲν καταπολεμηθεῖσι βαρβάροις προσέταξε δεκάτας τελεῖν τοῖς Μακεδόσιν, αὐτὸς δ ἐν τοῖς ἐπικαίροις τόποις κτίσας ἀξιολόγους πόλεις ἔπαυσε τοῦ θράσους τοὺς Θρᾷκας. διόπερ αἱ τῶν Ἑλλήνων πόλεις ἀπολυθεῖσαι τῶν φόβων εἰς τὴν συμμαχίαν τοῦ Φιλίππου προθυμότατα κατετάχθησαν. τῶν δὲ συγγραφέων Θεόπομπος ὁ Χῖος ἐν τῇ τῶν Φιλιππικῶν ἱστορίᾳ κατέταξε τρεῖς βύβλους περιεχούσας Σικελικὰς πράξεις:

ἀρξάμενος δὲ ἀπὸ τῆς Διονυσίου τοῦ πρεσβυτέρου τυραννίδος διῆλθε χρόνον ἐτῶν πεντήκοντα καὶ κατέστρεψεν εἰς τὴν ἔκπτωσιν Διονυσίου τοῦ νεωτέρου. εἰσὶ δὲ αἱ βύβλοι τρεῖς, ἀπὸ τῆς μιᾶς τεσσαρακοστῆς ἄχρι τῆς τρίτης καὶ τεσσαρακοστῆς. ἐπ ἄρχοντος δ Ἀθήνησι Σωσιγένους Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον καὶ Μάρκον Γναῖον Πόπλιον.

ἐπὶ δὲ τούτων Ἀρύμβας ὁ τῶν Μολοττῶν βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη δέκα, ἀπολιπὼν υἱὸν τὸν Πύρρου πατέρα Αἰακίδην: τὴν δ ἀρχὴν διεδέξατο Ἀλέξανδρος ὁ ἀδελφὸς Ὀλυμπιάδος, συνεργήσαντος Φιλίππου τοῦ Μακεδόνος. κατὰ δὲ τὴν Σικελίαν Τιμολέων μὲν ἐστράτευσεν ἐπὶ Λεοντίνους:

εἰς ταύτην γὰρ τὴν πόλιν Ἱκέτας κατεπεφεύγει μετὰ δυνάμεως ἀξιολόγου. τὸ μὲν οὖν πρῶτον προσέβαλε τῇ Νέᾳ καλουμένῃ πόλει: μετὰ δὲ ταῦτα πολλῶν στρατιωτῶν ἐν τῇ πόλει συγκεκλεισμένων καὶ ῥᾳδίως ἀπὸ τῶν τειχῶν ἀμυνομένων ἄπρακτος γενόμενος ἔλυσε τὴν πολιορκίαν. παρελθὼν δὲ πρὸς πόλιν Ἔγγυον, τυραννουμένην ὑπὸ Λεπτίνου, προσβολὰς συνεχεῖς ἐποιεῖτο βουλόμενος τὸν μὲν Λεπτίνην ἐκβαλεῖν ἐκ τῆς πόλεως, τοῖς δ Ἐγγυΐνοις τὴν ἐλευθερίαν ἀποδοῦναι.

περὶ ταῦτα δὲ τοῦ Τιμολέοντος ὄντος Ἱκέτας πανδημεὶ στρατεύσας ἐκ τῶν Λεοντίνων ἐπολιόρκει τὰς Συρακούσσας, πολλοὺς δὲ τῶν στρατιωτῶν ἀποβαλὼν ταχέως ἐπανῆλθεν εἰς τοὺς Λεοντίνους.

ὁ δὲ Τιμολέων καταπληξάμενος τὸν Λεπτίνην τοῦτον μὲν ὑπόσπονδον ἐξέπεμψεν εἰς τὴν Πελοπόννησον, ἐνδεικνύμενος τοῖς Ἕλλησι τὰς τῶν καταπολεμηθέντων τυράννων ἐκπτώσεις.

οὔσης δὲ καὶ τῆς τῶν Ἀπολλωνιατῶν πόλεως ὑπὸ τὸν Λεπτίνην παραλαβὼν τὴν Ἀπολλωνίαν ταύτῃ τε καὶ τῇ τῶν Ἐγγυΐνων ἀπέδωκε τὴν αὐτονομίαν. ἀπορούμενος δὲ χρημάτων εἰς τὰς τῶν ξένων μισθοδοσίας ἐξαπέστειλε στρατιώτας χιλίους μετὰ τῶν ἀξιολογωτάτων ἡγεμόνων εἰς τὴν τῶν Καρχηδονίων ἐπικράτειαν.

οὗτοι δὲ πολλὴν χώραν πορθήσαντες καὶ λαφύρων πλῆθος κομίσαντες παρέδωκαν τῷ Τιμολέοντι. ὁ δὲ λαφυροπωλήσας τὴν λείαν καὶ χρημάτων πλῆθος ἀθροίσας ἔδωκε τοῖς μισθοφόροις εἰς πλείω χρόνον τοὺς μισθούς. ἐκράτησε δὲ καὶ τῆς Ἐντέλλης καὶ τοὺς τὰ Καρχηδονίων μάλιστα φρονοῦντας πεντεκαίδεκα θανατώσας τοῖς ἄλλοις ἀπένειμε τὴν ἐλευθερίαν.

τοῦ δὲ Τιμολέοντος αὐξομένου τῇ τε δυνάμει καὶ τῇ κατὰ τὴν στρατηγίαν δόξῃ αἱ μὲν Ἑλληνίδες πόλεις αἱ κατὰ τὴν Σικελίαν ἅπασαι προθύμως ὑπετάγησαν τῷ Τιμολέοντι διὰ τὸ πάσαις τὰς αὐτονομίας ἀποδιδόναι, τῶν δὲ Σικελῶν καὶ Σικανῶν καὶ τῶν ἄλλων τῶν ὑπὸ τοὺς Καρχηδονίους τεταγμένων πολλαὶ διεπρεσβεύοντο πόλεις, σπεύδουσαι παραληφθῆναι πρὸς τὴν συμμαχίαν. Καρχηδόνιοι δὲ τοὺς κατὰ τὴν Σικελίαν στρατηγοὺς ὁρῶντες ἀγεννῶς τὸν πόλεμον διοικοῦντας ἔκριναν ἑτέρους ἀποστέλλειν μετὰ δυνάμεων μεγάλων.

εὐθὺς οὖν τῶν πολιτῶν κατέλεγον τοὺς ἀρίστους εἰς τὴν στρατείαν καὶ τῶν Λιβύων τοὺς εὐθέτους ἐστρατολόγουν, χωρὶς δὲ τούτων προχειρισάμενοι χρημάτων πλῆθος μισθοφόρους ἐξενολόγουν Ἴβηρας καὶ Κελτοὺς καὶ Λίγυας: ἐναυπηγοῦντο δὲ καὶ ναῦς μακρὰς καὶ φορτηγοὺς πολλὰς ἤθροιζον καὶ τὴν ἄλλην παρασκευὴν ἀνυπέρβλητον ἐποιοῦντο. ἐπ ἄρχοντος δ Ἀθήνησι Νικομάχου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Μάρκιον καὶ Τίτον Μάλλιον Τορκουᾶτον.

ἐπὶ δὲ τούτων Φωκίων μὲν ὁ Ἀθηναῖος κατεπολέμησε Κλείταρχον τὸν Ἐρετρίας τύραννον καθεσταμένον ὑπὸ Φιλίππου. κατὰ δὲ τὴν Καρίαν Πιζώδαρος ὁ νεώτερος τῶν ἀδελφῶν ἐξέβαλεν ἐκ τῆς δυναστείας Ἄδαν καὶ ἐδυνάστευσεν ἔτη πέντε ἑώς ἐπὶ τὴν Ἀλεξάνδρου διάβασιν εἰς τὴν Ἀσίαν.

Φίλιππος δὲ ἀεὶ μᾶλλον αὐξόμενος ἐπὶ τὴν Πέρινθον ἐστράτευσεν, ἐναντιουμένην μὲν ἑαυτῷ, πρὸς δὲ Ἀθηναίους ἀποκλίνουσαν. συστησάμενος δὲ πολιορκίαν καὶ μηχανὰς προσάγων τῇ πόλει καθ ἡμέραν ἐκ διαδοχῆς προσέβαλλεν τοῖς τείχεσιν. ὀγδοηκονταπήχεις δὲ πύργους κατασκευάσας, ὑπεραίροντας πολὺ τῶν κατὰ τὴν Πέρινθον πύργων, ἐξ ὑπεροχῆς κατεπόνει τοὺς πολιορκουμένους:

ὁμοίως δὲ καὶ διὰ τῶν κριῶν σαλεύων τὰ τείχη καὶ διὰ τῆς μεταλλείας ὑπορύττων ἐπὶ πολὺ μέρος τὸ τεῖχος κατέβαλεν. ἀμυνομένων δὲ τῶν Περινθίων εὐρώστως καὶ ταχὺ τεῖχος ἕτερον ἀντοικοδομησάντων ἀγῶνες θαυμαστοὶ καὶ τειχομαχίαι συνίσταντο. μεγάλης δὲ φιλοτιμίας ἐξ ἀμφοτέρων συνισταμένης ὁ μὲν βασιλεὺς πολλοὺς ἔχων καὶ παντοδαποὺς ὀξυβελεῖς διὰ τούτων τοὺς ἐπὶ τῶν ἐπάλξεων διαγωνιζομένους διέφθειρεν, οἱ δὲ Περίνθιοι πολλοὺς καθ ἡμέραν ἀποβάλλοντες συμμαχίαν καὶ βέλη καὶ καταπέλτας παρὰ τῶν Βυζαντίων προσελάβοντο.

ἐξισωθέντες οὖν πάλιν τοῖς πολεμίοις ἀνεθάρρησαν καὶ τετολμηκότως τοὺς ὑπὲρ τῆς πατρίδος κινδύνους ὑπέμενον.

οὐ μὴν ὁ βασιλεὺς ἔληγε τῆς φιλοτιμίας, ἀλλὰ διελόμενος τὰς δυνάμεις εἰς πλείω μέρη συνεχῶς ἐκ διαδοχῆς ἐτειχομάχει καὶ καθ ἡμέραν καὶ νύκτωρ. τρισμυρίους δ ἔχων στρατιώτας καὶ βελῶν καὶ μηχανῶν πολιορκητικῶν πλῆθος, ἔτι δὲ τὰς ἄλλας μηχανὰς ἀνυπερβλήτους κατεπόνει τοὺς πολιορκουμένους. τῆς δὲ πολιορκίας πολυχρονίου γινομένης καὶ τῶν κατὰ τὴν πόλιν πολλῶν μὲν ἀναιρουμένων, οὐκ ὀλίγων δὲ τραυματιζομένων, τῶν δ ἐπιτηδείων ἐκλειπόντων προσδόκιμος ἦν ἡ τῆς πόλεως ἅλωσις.

οὐ μὴν ἡ τύχη γε περιεῖδε τὴν τῶν κινδυνευόντων σωτηρίαν, ἀλλὰ παράδοξον αὐτοῖς κατεσκεύασε βοήθειαν. τῆς γὰρ τοῦ βασιλέως αὐξήσεως διαβεβοημένης κατὰ τὴν Ἀσίαν ὁ βασιλεὺς ὑφορώμενος τὴν τοῦ Φιλίππου δύναμιν ἔγραψε πρὸς τοὺς ἐπὶ θαλάττῃ σατράπας βοηθεῖν Περινθίοις παντὶ σθένει. διόπερ οἱ σατράπαι συμφρονήσαντες ἐξέπεμψαν εἰς τὴν Πέρινθον μισθοφόρων πλῆθος καὶ χρήματα δαψιλῆ καὶ σῖτον ἱκανὸν καὶ βέλη καὶ τἄλλα πάντα πρὸς τὴν τοῦ πολέμου χρείαν.

ὁμοίως δὲ καὶ Βυζάντιοι τοὺς ἀρίστους τῶν παρ ἑαυτοῖς ἡγεμόνων καὶ στρατιωτῶν ἐξαπέστειλαν. ἐφαμίλλων δὲ τῶν δυνάμεων γενομένων καὶ τοῦ πολέμου καινοποιηθέντος πάλιν ἡ πολιορκία φιλοτιμίαν ἐλάμβανεν ἀνυπέρβλητον. ὁ μὲν γὰρ Φίλιππος τοῖς κριοῖς τύπτων τὰ τείχη συνεχῶς κατέβαλλε καὶ διὰ τῶν ὀξυβελῶν ἀνείργων τοὺς ἐπὶ τῶν ἐπάλξεων ἅμα μὲν διὰ τῶν πεπτωκότων τειχῶν ἀθρόως τοῖς στρατιώταις εἰσέπιπτεν, ἅμα δὲ διὰ τῶν κλιμάκων πρὸς τὰ γεγυμνωμένα τῶν τειχῶν προσέβαινε:

διὸ καὶ τῆς μάχης ἐκ χειρὸς οὔσης οἱ μὲν ἀπέθνησκον, οἱ δὲ τραύμασι πολλοῖς περιέπιπτον. τὰ δὲ τῆς νίκης ἔπαθλα προεκαλεῖτο τὰς τῶν ἀγωνιζομένων ἀνδραγαθίας: οἱ μὲν γὰρ Μακεδόνες ἐλπίζοντες εὐδαίμονα πόλιν διαρπάσειν καὶ δωρεαῖς ὑπὸ τοῦ Φιλίππου τιμηθήσεσθαι διὰ τὴν τοῦ λυσιτελοῦς ἐλπίδα τοῖς δεινοῖς ἐνεκαρτέρουν, οἱ δὲ πολιορκούμενοι τὰ τῆς ἁλώσεως δεινὰ πρὸ ὀφθαλμῶν ἔχοντες ὑπέμενον εὐψύχως τὸν ὑπὲρ τῆς σωτηρίας κίνδυνον.

συνεβάλλετο δὲ τοῖς πολιορκουμένοις ἡ φύσις τῆς πόλεως πολλὰ πρὸς τὴν ὑπὲρ τῶν ὅλων νίκην.

ἡ γὰρ Πέρινθος κεῖται μὲν παρὰ θάλατταν ἐπί τινος αὐχένος ὑψηλοῦ χερρονήσου σταδιαῖον ἐχούσης τὸν αὐχένα, τὰς δ οἰκίας ἔχει πεπυκνωμένας καὶ τοῖς ὕψεσι διαφερούσας. αὗται δὲ ταῖς οἰκοδομαῖς αἰεὶ κατὰ τὴν εἰς τὸν λόφον ἀνάβασιν ἀλλήλων ὑπερέχουσι καὶ τὸ σχῆμα τῆς ὅλης πόλεως θεατροειδὲς ἀποτελοῦσι.

διόπερ τῶν τειχῶν συνεχῶς καταβαλλομένων οὐδὲν ἠλαττοῦντο: διοικοδομοῦντες γὰρ τοὺς στενωποὺς ταῖς αἰεὶ κατωτάταις οἰκίαις ὥσπερ ὀχυροῖς τισι τείχεσιν ἐχρῶντο. διόπερ ὁ Φίλιππος μετὰ πολλῶν πόνων καὶ κινδύνων τοῦ τείχους κρατήσας ἰσχυρότερον εὑρ´ισκε τὸ τεῖχος τὸ διὰ τῶν οἰκιῶν αὐτομάτως ἡτοιμασμένον.

πρὸς δὲ τούτοις ἐκ τοῦ Βυζαντίου πάντων τῶν πρὸς τὸν πόλεμον χρησίμων ἑτοίμως χορηγουμένων ἐμέρισε τὰς δυνάμεις εἰς δύο μέρη καὶ τοὺς μὲν ἡμίσεις τῶν στρατιωτῶν ἀπέλιπεν ἐπὶ τῆς πολιορκίας, ἐπιστήσας αὐτοῖς τοὺς ἀρίστους ἡγεμόνας, τοὺς δ ἄλλους παραλαβὼν αὐτὸς προσέπεσεν ἄφνω τῷ Βυζαντίῳ καὶ πολιορκίαν ἰσχυρὰν συνεστήσατο. οἱ δὲ Βυζάντιοι τῶν τε στρατιωτῶν καὶ τῶν βελῶν καὶ τῶν ἄλλων τῶν χρησίμων παρὰ τοῖς Περινθίοις ὄντων εἰς πολλὴν ἐνέπιπτον ἀμηχανίαν.

καὶ τὰ μὲν περὶ Περινθίους καὶ Βυζαντίους ἐν τούτοις ἦν. τῶν δὲ συγγραφέων Ἔφορος μὲν ὁ Κυμαῖος τὴν ἱστορίαν ἐνθάδε κατέστροφεν εἰς τὴν Περίνθου πολιορκίαν:

περιείληφε δὲ τῇ γραφῇ πράξεις τάς τε τῶν Ἑλλήνων καὶ βαρβάρων ἀρξάμενος ἀπὸ τῆς τῶν Ἡρακλειδῶν καθόδου: χρόνον δὲ περιέλαβε ἐτῶν σχεδὸν ἑπτακοσίων καὶ πεντήκοντα καὶ βύβλους γέγραφε τριάκοντα, προοίμιον ἑκάστῃ προθείς. Δίυλλος δ ὁ Ἀθηναῖος τῆς δευτέρας συντάξεως ἀρχὴν πεποίηται τῆς Ἐφόρου ἱστορίας τὴν τελευτὴν καὶ τὰς ἑξῆς πράξεις συνείρει τάς τε τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων μέχρι τῆς Φιλίππου τελευτῆς.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION