호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δίκαιον δ εἶναι νομίζομεν πρῶτον ἀναγράψαι τὴν ἐκ θεῶν γενομένην τοῖς εἰς τὸ μαντεῖον παρανενομηκόσι κόλασιν, ὅλως γὰρ οὐ μόνον τοῖς αὐθένταις τῆς ἱεροσυλίας, ἀλλὰ καὶ πᾶσι τοῖς προσαψαμένοις μόνον τῆς παρανομίας ἀπαραίτητος ἐκ τοῦ δαιμονίου ἐπηκολούθησε τιμωρία.? ὁ μὲν γὰρ ἀρχιτέκτων τῆς καταλήψεως τοῦ ἱεροῦ Φιλόμηλος κατά τινα περίστασιν πολεμικὴν ἑαυτὸν κατεκρήμνισεν, ὁ δὲ ἀδελφὸς αὐτοῦ Ὀνόμαρχος διαδεξάμενος τὴν τῶν ἀπονοηθέντων στρατηγίαν μετὰ τῶν συμπαραταξαμένων ἐν Θετταλίᾳ Φωκέων καὶ μισθοφόρων κατακοπεὶς ἐσταυρώθη.
ὁ δὲ τρίτος καὶ πλεῖστα τῶν ἀναθημάτων κατακόψας Φάυλλος πολυχρονίῳ νόσῳ νοσήσας οὐδ ἀπολυθῆναι συντόμως τῆς τιμωρίας ἠδυνήθη.
ὁ δ ἐπὶ πᾶσι Φάλαικος τὰ λείψανα τῆς ἱεροσυλίας ἀναλαβὼν ἐν πλάναις καὶ μεγάλοις φόβοις καὶ κινδύνοις ἐφ ἱκανὸν χρόνον ἐβίωσεν, οὐχ ἵνα μακαριώτερος γένηται τῶν συνασεβησάντων, ἀλλ ἵνα πλείω χρόνον στρεβλωθεὶς καὶ πολλοῖς διὰ τὴν ἀτυχίαν γενόμενος γνώριμος περιβόητον ἔχῃ τὴν συμφοράν. οὗτος γὰρ μετὰ τὴν ἐκ τῆς ὁμολογίας φυγὴν μετὰ τῶν μισθοφόρων τὸ μὲν πρῶτον διέτριβεν περὶ τὴν Πελοπόννησον, συνέχων τοὺς στρατιώτας ἐκ τῶν ἱεροσυληθέντων λειψάνων, μετὰ δὲ ταῦτα ἐν Κορίνθῳ μισθωσάμενος πλοῖα φορτηγὰ μεγάλα καὶ τέσσαρας ἔχων ἡμιολίας παρεσκευάζετο πρὸς τὸν εἰς Ἰταλίαν καὶ Σικελίαν πλοῦν, νομίζων ἐν τούτοις τοῖς τόποις ἢ καταλήψεσθαί τινα πόλιν ἢ τεύξεσθαι μισθοφορίας:
ἐτύγχανε γὰρ Λευκανοῖς πρὸς Ταραντίνους συνεστηκὼς πόλεμος. πρὸς δὲ τοὺς συμπλέοντας ἔφη μετάπεμπτος πλεῖν ὑπὸ τῶν ἐξ Ἰταλίας καὶ Σικελίας. ἐκπλεύσαντος δ αὐτοῦ καὶ πελαγίου γενομένου στρατιῶταί τινες τῶν ἐν τῷ μεγίστῳ πλοίῳ κομιζομένων,ᾧπερ αὐτὸς ὁ Φάλαικος ἐνέπλει, λόγον ἀλλήλοις ἐδίδοσαν ὑπονοοῦντες μηδένα μεταπέμψασθαι σφᾶς:
οὔτε γὰρ ἡγεμόνας ἑώρων ἀπὸ τῶν ἐπικαλουμένων συμπλέοντας οὔθ ὁ πλοῦς ἦν ὀλίγος, ἀλλὰ πολὺς ὑπέκειτο καὶ χαλεπός. διόπερ ἀπιστοῦντες ἅμα τοῖς λεγομένοις καὶ φοβούμενοι τὴν διαπόντιον στρατείαν συνίσταντο καὶ μάλισθ οἱ τὰς ἡγεμονίας ἔχοντες τῶν μισθοφόρων.
τέλος δὲ σπασάμενοι τὰ ξίφη καὶ καταπληξάμενοι τόν τε Φάλαικον καὶ τὸν κυβερνήτην ἠνάγκασαν εἰς τοὐπίσω πάλιν ἀποπλεῖν. τὸ δ αὐτὸ καὶ τῶν ἐν τοῖς ἄλλοις πλοίοις κομιζομένων ποιησάντων κατέπλευσαν εἰς τὴν Πελοπόννησον. ἀθροισθέντες δ εἰς Μαλέαν ἄκραν τῆς Λακωνικῆς ἐκεῖ κατέλαβον ἐκ Κρήτης καταπεπλευκότας Κνωσσίους πρέσβεις ἐπὶ συναγωγῇ μισθοφόρων:
ὧν διαλεχθέντων τῷ τε Φαλαίκῳ καὶ τοῖς ἡγεμόσι καὶ δόντων ἀξιολόγους τοὺς μισθοὺς μετὰ τούτων ἅπαντες ἐξέπλευσαν. κατάραντες δὲ τῆς Κρήτης εἰς Κνωσσὸν εὐθὺς ἐξ ἐφόδου πόλιν κατελάβοντο τὴν καλουμένην Λύκτον. τοῖς δὲ Λυκτίοις ἐκ τῆς πατρίδος ἐκπεπτωκόσι παράδοξος καὶ σύντομος ἐφάνη βοήθεια.
περὶ γὰρ τοὺς αὐτοὺς χρόνους Ταραντίνων διαπολεμούντων πρὸς Λευκανοὺς καὶ πρὸς Λακεδαιμονίους, ὄντας προγόνους ἑαυτῶν, πεμψάντων πρέσβεις περὶ βοηθείας οἱ μὲν Σπαρτιᾶται διὰ τὴν συγγένειαν προθύμως ἔχοντες συμμαχῆσαι ταχέως δύναμιν ἤθροιζον πεζικήν τε καὶ ναυτικὴν καὶ ταύτης στρατηγὸν ἀπέδειξαν Ἀρχίδαμον τὸν βασιλέα: μελλόντων δ ἀπαίρειν εἰς τὴν Ἰταλίαν, ἠξίωσαν οἱ Λύκτιοι πρῶτον αὐτοῖς βοηθῆσαι: οἱ δὲ Λακεδαιμόνιοι πεισθέντες καὶ πλεύσαντες εἰς τὴν Κρήτην τοὺς μισθοφόρους ἐνίκησαν, τοῖς δὲ Λακτίοις ἀνέσωσαν τὴν πατρίδα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기