호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τότε δὲ μετὰ τὴν τῆς Βουβάστου παράδοσιν αἱ λοιπαὶ πόλεις καταπλαγεῖσαι καθ ὁμολογίαν παρεδόθησαν τοῖς Πέρσαις.? ἐν δὲ τῇ Μέμφει διατρίβων ὁ βασιλεὺς Νεκτανεβὼς καὶ θεωρῶν τὴν τῶν πόλεων ἐπὶ τὴν προδοσίαν ὁρμὴν οὐκ ἐτόλμησεν ὑποστῆναι τοὺς ὑπὲρ τῆς ἡγεμονίας κινδύνους. ἀπογνοὺς οὖν τὴν βασιλείαν καὶ τὰ πλεῖστα τῶν χρημάτων ἀναλαβὼν ἔφυγεν εἰς τὴν Αἰθιοπίαν. Ἀρταξέρξης δὲ παραλαβὼν πᾶσαν τὴν Αἴγυπτον καὶ τῶν ἀξιολογωτάτων πόλεων τὰ τείχη περιελὼν τὰ μὲν ἱερὰ συλήσας ἤθροισεν ἀργύρου τε καὶ χρυσοῦ πλῆθος, ἀπήνεγκε δὲ καὶ τὰς ἐκ τῶν ἀρχαίων ἱερῶν ἀναγραφάς, ἃς ὕστερον Βαγώας πολλῶν χρημάτων ἀπελύτρωσε τοῖς ἱερεῦσι τῶν Αἰγυπτίων.
τοὺς δὲ συστρατευσαμένους τῶν Ἑλλήνων κατὰ τὴν ἀξίαν ἕκαστον δωρεαῖς ἀξιολόγοις τιμήσας ἀπέλυσεν εἰς τὰς πατρίδας:
τῆς δ Αἰγύπτου σατράπην καταστήσας Φερενδάτην ἐπανῆλθεν μετὰ τῆς δυνάμεως εἰς Βαβυλῶνα πολλὰ μὲν χρήματα καὶ λάφυρα κομίζων, δόξαν δὲ μεγάλην ἐκ τῶν κατορθωμάτων περιπεποιημένος.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기