호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διόπερ ἀκωλύτωσ τῶν ἡλωκότων Αἰγυπτίων ἀπιόντων ἐκ τῆσ παρεμβολῆσ ταχέωσ εἰσ ἁπάσασ τὰσ κατὰ τὴν Αἴγυπτον πόλεισ ὁ λόγοσ ὁ προειρημένοσ διεσπάρη. εὐθὺσ οὖν οἱ μισθοφόροι πρὸσ τοὺσ ἐγχωρίουσ πανταχῇ διεφέροντο καὶ στάσεωσ αἱ πόλεισ ἐπληροῦντο. ἑκάτεροι γὰρ ἰδίᾳ διεφιλοτιμοῦντο παραδιδόναι τὰ φρούρια καὶ τῆσ χάριτοσ ταύτησ ἰδίασ ἀγαθῶν ἐλπίδασ ἠλλάττοντο· ὅπερ καὶ περὶ πρώτην τὴν Βούβαστον συνέβη γενέσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기