- 텍스트

Diodorus Siculus, Library, book xvi, chapter 46

(디오도로스 시켈로스, Library, book xvi, chapter 46)

ἐπ ἄρχοντος δ Ἀθήνησιν Ἀπολλοδώρου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον καὶ Γάιον Σουλπίκιον.? ἐπὶ δὲ τούτων κατὰ τὴν Κύπρον Σαλαμινίων πολιορκουμένων ὑπ Εὐαγόρου καὶ Φωκίωνος αἱ μὲν ἄλλαι πόλεις ἅπασαι τοῖς Πέρσαις ὑπετάγησαν, τῆς δὲ Σαλαμῖνος βασιλεύων Πνυταγόρας μόνος ὑπέμεινε τὴν πολιορκίαν. ὁ δ Εὐαγόρας πατρῴαν ἀρχὴν τὴν Σαλαμινίων ἀνεκτᾶτο καὶ διὰ τοῦ βασιλέως τῶν Περσῶν τὴν κάθοδον εἰς τὴν βασιλείαν ἐποιεῖτο.

μετὰ δὲ ταῦτα διαβληθέντος αὐτοῦ πρὸς Ἀρταξέρξην καὶ τοῦ βασιλέως βοηθοῦντος τῷ Πνυταγόρᾳ ὁ μὲν Εὐαγόρας ἀπογνοὺς τὴν κάθοδον καὶ περὶ τῶν ἐγκλημάτων ἀπολογησάμενος ἄλλης ἡγεμονίας ἠξιώθη κατὰ τὴν Ἀσίαν μείζονος. κακῶς δὲ τὰ κατὰ τὴν ἀρχὴν διοικήσας ἔφυγε πάλιν εἰς Κύπρον καὶ συλληφθεὶς τιμωρίας ἠξιώθη.

ὁ δὲ Πνυταγόρας ἑκουσίως ὑποταγεὶς τοῖς Πέρσαις τὸ λοιπὸν ἀδεῶς ἐβασίλευε τῆς Σαλαμῖνος. ὁ δὲ τῶν Περσῶν βασιλεὺς μετὰ τὴν ἅλωσιν τῆς Σιδῶνος, παραγενομένων αὐτῷ τῶν συμμάχων ἔκ τε Ἄργους καὶ Θηβῶν καὶ τῶν κατὰ τὴν Ἀσίαν Ἑλληνίδων πόλεων, ἀθροίσας πᾶσαν τὴν δύναμιν προῆγεν ἐπὶ τὴν Αἴγυπτον.

καταντήσας δ ἐπὶ τὴν μεγάλην λίμνην, καθ ἣν ἔστι τὰ καλούμενα Βάραθρα, μέρος τῆς δυνάμεως ἀπέβαλε διὰ τὴν ἀπειρίαν τῶν τόπων.

περὶ δὲ τῆς κατὰ τὴν λίμνην φύσεως καὶ τοῦ περὶ αὐτὴν παραδόξου συμπτώματος προειρηκότες ἐν τῇ πρώτῃ βύβλῳ τὸ διλογεῖν περὶ τῶν αὐτῶν παρήσομεν. διελθὼν δὲ τὰ Βάραθρα μετὰ τῆς δυνάμεως ὁ βασιλεὺς ἧκεν πρὸς τὸ Πηλούσιον:

αὕτη δ ἐστὶ πόλις ἐπὶ τοῦ πρώτου στόματος, καθ ὃν τόπον ὁ Νεῖλος ποιεῖται τὰς ἐκβολάς. οἱ μὲν οὖν Πέρσαι κατεστρατοπέδευσαν ἀπὸ τεσσαράκοντα σταδίων τοῦ Πηλουσίου, οἱ δ Ἕλληνες πρὸς αὐτῷ τῷ πολίσματι. οἱ δ Αἰγύπτιοι, δεδωκότων αὐτοῖς τῶν Περσῶν πολὺν χρόνον εἰς τὴν παρασκευήν, πάντα μὲν τὰ στόματα τοῦ Νείλου καλῶς κατεσκευακότες ὑπῆρχον, μάλιστα δὲ τὸ πρὸς τῷ Πηλουσίῳ διὰ τὸ πρῶτον εἶναι τοῦτο καὶ μάλιστα κείμενον εὐκαίρως.

ἐφρούρουν δὲ τὸ χωρίον στρατιῶται πεντακισχίλιοι, στρατηγοῦντος Φιλόφρονος τοῦ Σπαρτιάτου.

οἱ δὲ Θηβαῖοι σπεύδοντες ἄριστοι φανῆναι τῶν συστρατευομένων Ἑλλήνων πρῶτοι καὶ μόνοι διὰ στενῆς τινος καὶ βαθείας διώρυγος ἐτόλμησαν διαβῆναι παραβόλως. διαβάντων δ αὐτῶν καὶ προσβαλλόντων τοῖς τείχεσιν οἱ φρουροῦντες τὸ Πηλούσιον ἐκχυθέντες ἐκ τῆς πόλεως συνῆψαν μάχην πρὸς τοὺς Θηβαίους:

μεγάλου δ ἀγῶνος γενομένου διὰ τὰς παρ ἀμφοτέροις φιλοτιμίας τότε μὲν ἐν τῷ κινδύνῳ διημερεύσαντες ὑπὸ τῆς νυκτὸς διελύθησαν. τῇ δ ὑστεραίᾳ τοῦ βασιλέως εἰς τρία μέρη τὴν Ἑλληνικὴν δύναμιν μερίσαντος ἑκάστη μερὶς εἶχε στρατηγὸν Ἕλληνα καὶ τούτῳ παρακαθεσταμένον ἡγεμόνα Πέρσην, ἄνδρα προκεκριμένον ἐπ ἀρετῇ τε καὶ εὐνοίᾳ.

τὴν μὲν οὖν πρώτην τάξιν ἐπεῖχον οἱ Βοιωτοὶ στρατηγὸν μὲν ἔχοντες Λακράτην τὸν Θηβαῖον, ἡγεμόνα δὲ Πέρσην Ῥωσάκην:

οὗτος δὲ ἀπόγονος μὲν ἦν ἑνὸς τῶν ἑπτὰ Περσῶν τῶν τοὺς μάγους καταλυσάντων, σατράπης δὲ Ιὠνίας καὶ Λυδίας: συνείπετο δ αὐτῷ πολλὴ μὲν ἵππος, οὐκ ὀλίγη δὲ πεζικὴ στρατιὰ τῶν βαρβάρων. δευτέρα δ ἦν μερὶς ἡ τῶν Ἀργείων Νικοστράτου στρατηγοῦντος καὶ μετ αὐτοῦ Πέρσου συνάρχοντος Ἀρισταζάνου:

οὗτος δ ἦν εἰσαγγελεὺς τοῦ βασιλέως καὶ πιστότατος τῶν φίλων μετὰ Βαγώαν: προσωρίσθησαν δ αὐτῷ στρατιῶται μὲν ἐπίλεκτοι πεντακισχίλιοι, τριήρεις δὲ ὀγδοήκοντα. τῆς δὲ τρίτης μερίδος ἐστρατήγει Μέντωρ ὁ τὴν Σιδῶνα παραδούς, ἔχων τοὺς προϋπάρχοντας αὐτῷ μισθοφόρους:

συνεστρατεύετο δ αὐτῷ Βαγώας, ᾧ μάλιστα βασιλεὺς ἐνεπίστευε, τόλμῃ καὶ παρανομίᾳ διαφέρων: εἶχε δ οὗτος τοὺς τοῦ βασιλέως Ἕλληνας καὶ τῶν βαρβάρων ἱκανὸν πλῆθος καὶ ναῦς οὐκ ὀλίγας. αὐτὸς δὲ τὴν λοιπὴν δύναμιν ἔχων ἐφήδρευε τοῖς ὅλοις πράγμασι.

τοιαύτης δὲ τῆς διαιρέσεως γενομένης παρὰ τοῖς Πέρσαις ὁ μὲν τῶν Αἰγυπτίων βασιλεὺς Νεκτανεβὼς οὔτε τὸ πλῆθος τῶν πολεμίων οὔτε τὴν ὅλην διάταξιν τῶν Περσῶν κατεπλάγη, καίπερ πολὺ λειπόμενος τοῦ πλήθους. εἶχε γὰρ Ἕλληνας μὲν μισθοφόρους δισμυρίους, Λίβυας δὲ παραπλησίους τούτοις, Αἰγυπτίους δὲ τοὺς μαχίμους παρ αὐτοῖς ὀνομαζομένους ἑξακισμυρίους, πρὸς δὲ τούτοις πλοίων ποταμίων πρὸς τὰς κατὰ τὸν Νεῖλον μάχας καὶ συμπλοκὰς εὐθέτων ἄπιστον πλῆθος.

ὠχύρωτο δ αὐτῷ καὶ ἡ πρὸς τὴν Ἀραβίαν νεύουσα πλευρὰ τοῦ ποταμοῦ, πεπυκνωμένη πολίσμασιν, ἔτι δὲ τείχεσι καὶ τάφροις πᾶσα διειλημμένη.

ἔχων δὲ καὶ τὰς ἄλλας παρασκευὰς πάσας πρὸς τὸν πόλεμον ἱκανὰς διὰ τὴν ἰδίαν ἀβουλίαν ταχὺ τοῖς ὅλοις ἔπταισεν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION