호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ τὴν Ὀνομάρχου τελευτὴν διεδέξατο τὴν Φωκέων ἡγεμονίαν ὁ ἀδελφὸς Φάυλλος.? οὗτος δὲ τὴν γεγενημένην συμφορὰν διορθούμενος μισθοφόρων τε πλῆθος ἤθροιζε, διπλασιάσας τοὺς εἰωθότας μισθούς, καὶ παρὰ τῶν συμμάχων βοήθειαν μετεπέμψατο: κατεσκευάζετο δὲ καὶ ὅπλων πλῆθος καὶ νόμισμα κατέκοψε χρυσοῦν τε καὶ ἀργυροῦν. ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς Μαύσωλος ὁ Καρίας δυνάστης ἐτελεύτησεν ἄρξας ἔτη εἴκοσι τέσσαρα, τὴν δὲ ἀρχὴν διαδεξαμένη Ἀρτεμισία ἡ ἀδελφὴ καὶ γυνὴ ἐδυνάστευσεν ἔτη δύο.
Κλέαρχος δ ὁ Ἡρακλείας τύραννος Διονυσίων ὄντων ἐπὶ θέαν βαδίζων ἀνῃρέθη,ἄρξας ἔτη δεκαδύο:
τὴν δὲ ἀρχὴν διαδεξάμενος ὁ υἱὸς Τιμόθεος ἦρξεν ἔτη πεντεκαίδεκα. Τυρρηνοὶ δὲ διαπολεμοῦντες Ῥωμαίοις ἐπόρθησαν πολλὴν τῆς πολεμίας χώρας καὶ μέχρι τοῦ Τιβέρεως καταδραμόντες ἐπανῆλθον εἰς τὴν οἰκείαν.
ἐν δὲ ταῖς Συρακούσσαις στάσεως γενομένης τοῖς Δίωνος φίλοις πρὸς Κάλλιππον οἱ μὲν τοῦ Δίωνος φίλοι ἡττηθέντες ἔφυγον εἰς τοὺς Λεοντίνους:
μετὰ δέ τινα χρόνον Ἱππαρίνου τοῦ Διονυσίου καταπλεύσαντος εἰς τὰς Συρακούσσας μετὰ δυνάμεως ὁ μὲν Κάλλιππος ἡττηθεὶς ἐξέπεσεν τῆς πόλεως, Ἱππαρῖνος δὲ ἀνακτησάμενος τὴν πατρῴαν δυναστείαν ἦρξεν ἔτη δύο. ἐπ ἄρχοντος δ Ἀθήνησιν Ἀριστοδήμου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Σολπίκιον καὶ Μάρκον Οὐαλέριον, Ὀλυμπιὰς δ ἤχθη ἑβδόμη πρὸς ταῖς ἑκατόν, καθ ἣν ἐνίκα στάδιον Μικρίνας Ταραντῖνος.
ἐπὶ δὲ τούτων Φάυλλος μὲν ὁ Φωκέων στρατηγὸς μετὰ τὴν τοῦ ἀδελφοῦ τελευτήν τε καὶ ἧτταν προσανέλαβε τὰ τῶν Φωκέων πράγματα τεταπεινωμένα διά τε τὴν ἧτταν καὶ τὴν φθορὰν τῶν στρατιωτῶν. ἔχων γὰρ χρημάτων πλῆθος ἀνέκλειπτον πολλοὺς μὲν μισθοφόρους ἤθροισεν, οὐκ ὀλίγους δὲ συμμάχους ἔπεισε συνεπιλαβέσθαι τοῦ πολέμου.
τῇ γὰρ ἀφθονίᾳ τῶν χρημάτων ἀνέδην χρώμενος οὐ μόνον ἰδιώτας πολλοὺς ἔσχε προθύμους συναγωνιστάς, ἀλλὰ καὶ πόλεις τὰ σἐπιφανεστάτας ἐπεσπάσατο πρὸς τὴν κοινοπραγίαν. Λακεδαιμόνιοι μὲν γὰρ ἀπέστειλαν αὐτῷ στρατιώτας χιλίους, Ἀχαιοὶ δὲ δισχιλίους, Ἀθηναῖοι δὲ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, ὧν ἦν στρατηγὸς Ναυσικλῆς.
οἱ δὲ τῶν Φεραίων τύραννοι Λυκόφρων καὶ Πειθόλαος μετὰ τὴν Ὀνομάρχου τελευτὴν ἔρημοι συμμάχων ὄντες τὰς μὲν Φερὰς παρέδοσαν τῷ Φιλίππῳ, αὐτοὶ δ ὑπόσπονδοι γενόμενοι συνήγαγον τοὺς μισθοφόρους ὄντας δισχιλίους καὶ μετὰ τούτων φυγόντες πρὸς Φάυλλον συνεμάχουν τοῖς Φωκεῦσιν. ἐβοήθησαν δὲ καὶ τῶν ἐλαττόνων πόλεων οὐκ ὀλίγαι τοῖς Φωκεῦσι διὰ τὸ πλῆθος τῶν διαδιδομένων χρημάτων:
ὁ γὰρ χρυσὸς τὰς πλεονεξίας τῶν ἀνθρώπων ἐκκαλούμενος ἠνάγκασεν αὐτομολεῖν πρὸς τὴν ἐκ τοῦ κέρδους λυσιτέλειαν. ὁ δ οὖν Φάυλλος μετὰ τῆς δυνάμεως ἐστράτευσεν εἰς τὴν Βοιωτίαν καὶ περὶ πόλιν Ὀρχομενὸν ἡττηθεὶς μάχῃ πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλεν.
μετὰ δὲ ταῦτα ἄλλης γενομένης μάχης παρὰ τὸν Κηφισὸν ποταμὸν ἐνίκησαν πάλιν Βοιωτοὶ καὶ ἀνεῖλον τῶν πολεμίων ὑπὲρ τοὺς πεντακοσίους, ἐζώγρησαν δὲ οὐκ ἐλάττους τῶν τετρακοσίων. ὀλίγαις δ ὕστερον ἡμέραις γενομένης μάχης περὶ Κορώνειαν ἐνίκησαν οἱ Βοιωτοὶ καὶ πεντήκοντα μὲν ἀνεῖλον τῶν Φωκέων, ἑκατὸν δὲ καὶ τριάκοντα ἐζώγρησαν.
ἡμεῖς δὲ τὰ περὶ Βοιωτοὺς καὶ Φωκεῖς διεληλυθότες ἐπάνιμεν ἐπὶ τὸν Φίλιππον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기