호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ ταῦτα οἱ μὲν Θετταλοὶ μετὰ τῶν πλησιοχώρων συμμάχων ἀθροισθέντεσ εἰσ ἑξακισχιλίουσ ἧκον εἰσ τὴν Λοκρίδα καὶ συνάψαντεσ μάχην τοῖσ Φωκεῦσι περὶ λόφον Ἀργόλαν ὀνομαζόμενον ἡττήθησαν. ἐπιφανέντων δὲ Βοιωτῶν μυρίοισ καὶ τρισχιλίοισ στρατιώταισ καὶ τῶν ἐκ Πελοποννήσου Ἀχαιῶν χιλίοισ καὶ πεντακοσίοισ βοηθησάντων τοῖσ Φωκεῦσιν ἀντεστρατοπέδευσαν αἱ δυνάμεισ, ἀμφοτέρων ἀθροισθέντων εἰσ ἕνα τόπον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기