호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φανεροῦ δ ὄντος ὅτι Βοιωτοὶ μεγάλῃ δυνάμει στρατεύσουσιν ἐπὶ τοὺς Φωκεῖς ὁ Φιλόμηλος ἔκρινε μισθοφόρων ἀθροίζειν πλῆθος.? προσδεομένου δὲ τοῦ πολέμου χρημάτων πλειόνων ἠναγκάζετο τοῖς ἱεροῖς ἀναθήμασιν ἐπιβάλλειν τὰς χεῖρας καὶ συλᾶν τὸ μαντεῖον. ὑποστησαμένου δ αὐτοῦ τοῖς ξένοις μισθοὺς ἡμιολίους ταχὺ πλῆθος ἠθροίσθη μισθοφόρων, πολλῶν ὑπακουόντων πρὸς τὴν στρατείαν διὰ τὸ μέγεθος τῶν μισθῶν. τῶν μὲν οὖν ἐπιεικῶν ἀνδρῶν οὐδεὶς ἀπεγράψατο πρὸς τὴν στρατείαν διὰ τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν, οἱ δὲ πονηρότατοι καὶ θεῶν διὰ τὴν πλεονεξίαν καταφρονοῦντες προθύμως συνέτρεχον πρὸς τὸν Φιλόμηλον καὶ ταχὺ δύναμις ἰσχυρὰ συνέστη τῶν πρὸς τὴν ἱεροσυλίαν ὁρμωμένων.
ὁ μὲν οὖν Φιλόμηλος διὰ τὸ μέγεθος τῆς εὐπορίας ταχὺ δύναμιν ἀξιόχρεων κατεσκευάσατο.
εὐθὺς οὖν ἐστράτευσεν εἰς τὴν τῶν Λοκρῶν χώραν ἔχων στρατιώτας ἱππεῖς τε καὶ πεζοὺς πλείους τῶν μυρίων. ἀντιταχθέντων δὲ τῶν Λοκρῶν καὶ τῶν Βοιωτῶν βοηθησάντων τοῖς Λοκροῖς ἱππομαχία συνέστη, καθ ἣν προετέρησαν οἱ Φωκεῖς. μετὰ δὲ ταῦτα οἱ μὲν Θετταλοὶ μετὰ τῶν πλησιοχώρων συμμάχων ἀθροισθέντες εἰς ἑξακισχιλίους ἧκον εἰς τὴν Λοκρίδα καὶ συνάψαντες μάχην τοῖς Φωκεῦσι περὶ λόφον Ἀργόλαν ὀνομαζόμενον ἡττήθησαν.
ἐπιφανέντων δὲ Βοιωτῶν μυρίοις καὶ τρισχιλίοις στρατιώταις καὶ τῶν ἐκ Πελοποννήσου Ἀχαιῶν χιλίοις καὶ πεντακοσίοις βοηθησάντων τοῖς Φωκεῦσιν ἀντεστρατοπέδευσαν αἱ δυνάμεις, ἀμφοτέρων ἀθροισθέντων εἰς ἕνα τόπον. μετὰ δὲ ταῦτα οἱ μὲν Βοιωτοὶ κατὰ τὰς προνομὰς ζωγρήσαντες οὐκ ὀλίγους τῶν μισθοφόρων, προαγαγόντες πρὸ τῆς πόλεως ἐκήρυξαν ὅτι τούσδε τοὺς ἄνδρας οἱ Ἀμφικτύονες στρατευσαμένους μετὰ τῶν ἱεροσύλων θανάτῳ κολάζουσιν:
εὐθὺς δὲ καὶ τῶν ἔργων τοῖς λόγοις ἀκολουθούντων ἅπαντας κατηκόντισαν. ἐπὶ δὲ τούτοις οἱ παρὰ τοῖς Φωκεῦσι μισθοφόροι παροξυνθέντες ἠξίουν τὸν Φιλόμηλον τῆς ὁμοίας τιμωρίας ἀξιῶσαι τοὺς πολεμίους, μεγάλην δὲ φιλονεικίαν εἰσενεγκάμενοι καὶ πολλοὺς τῶν κατὰ τὴν χώραν πλανωμένων παρὰ τοῖς πολεμίοις ζωγρήσαντες ἀνήγαγον, οὓς ἅπαντας ὁ Φιλόμηλος κατηκόντισε.
διὰ δὲ ταύτης τῆς κολάσεως τοὺς ἐναντίους ἐποίησαν μεθέσθαι τῆς ὑπερηφάνου καὶ δεινῆς τιμωρίας. μετὰ δὲ ταῦτα τῶν δυνάμεων εἰς ἄλλην χώραν ἐμβαλουσῶν καὶ τὴν ὁδοιπορίαν ποιουμένων διὰ τόπων καταδένδρων καὶ τραχέων ἄφνω συνέμιξαν ἀλλήλοις οἱ προηγούμενοι τῆς στρατιᾶς.
γενομένης δὲ συμπλοκῆς, εἶτα μάχης ἰσχυρᾶς οἱ Βοιωτοὶ τῷ πλήθει πολὺ προέχοντες ἐνίκησαν τοὺς Φωκεῖς. τῆς δὲ φυγῆς γινομένης διὰ τόπου κρημνώδους καὶ δυσεξίτου πολλοὶ τῶν τε Φωκέων καὶ μισθοφόρων κατεκόπησαν:
ὁ δὲ Φιλόμηλος ἐκθύμως ἀγωνισάμενος καὶ πολλοῖς τραύμασι περιπεσὼν εἴς τινα κρημνώδη τόπον συνεκλείσθη: οὐκ ἔχων δὲ διέξοδον καὶ φοβούμενος τὴν ἐκ τῆς αἰχμαλωσίας αἰκίαν ἑαυτὸν κατεκρήμνισε καὶ τοῦτον τὸν τρόπον δοὺς τῷ δαιμονίῳ δίκας κατέστρεψε τὸν βίον. ὁ δὲ συνάρχων αὐτῷ στρατηγὸς Ὀνόμαρχος διαδεξάμενος τὴν ἡγεμονίαν καὶ μετὰ τῆς ἀνασωζομένης δυνάμεως ἀναχωρήσας ἀνελάμβανε τοὺς ἐκ τῆς φυγῆς ἐπανιόντας.
ἅμα δὲ τούτοις πραττομένοις Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς Μεθώνην μὲν ἐκπολιορκήσας καὶ διαρπάσας κατέσκαψε, Παγασὰς δὲ χειρωσάμενος ἠνάγκασεν ὑποταγῆναι.
κατὰ δὲ τὸν Πόντον Λεύκων ὁ τοῦ Βοσπόρου βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη τεσσαράκοντα, τὴν δὲ ἀρχὴν διαδεξάμενος Σπάρτακος ὁ υἱὸς ἐβασίλευσεν ἔτη πέντε. Ῥωμαίοις δὲ πρὸς Φαλίσκους συνέστη πόλεμος καὶ μέγα μὲν οὐδὲν οὐδ ἄξιον μνήμης ἐπετελέσθη, καταδρομαὶ δὲ καὶ πορθήσεις τῆς χώρας τῶν Φαλίσκων ἐγίνοντο.
κατὰ δὲ τὴν Σικελίαν Δίωνος τοῦ στρατηγοῦ σφαγέντος ὑπὸ Ζακυνθίων τινῶν μισθοφόρων τὴν ἡγεμονίαν διεδέξατο Κάλλιππος ὁ τούτους πρὸς τὸν φόνον παρασκευάσας καὶ ἦρξε μῆνας τρεισκαίδεκα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기