- 텍스트

Diodorus Siculus, Library, book xvi, chapter 28

(디오도로스 시켈로스, Library, book xvi, chapter 28)

ἐπ ἄρχοντος δ Ἀθήνησι Διοτίμου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Μάρκιον καὶ Γναῖον Μάλλιον.? ἐπὶ δὲ τούτων Φιλόμηλος μὲν προορώμενος τὸ μέγεθος τοῦ πολέμου μισθοφόρων τε πλῆθος ἤθροιζε, τῶν τε Φωκέων τοὺς εὐθέτους κατέλεγεν εἰς τὴν στρατείαν. τοῦ δὲ πολέμου προσδεομένου χρημάτων τῶν μὲν ἱερῶν ἀναθημάτων ἀπείχετο, τοὺς δὲ Δελφοὺς εὐδαιμονίᾳ καὶ πλούτῳ διαφέροντας ἐπράξατο πλῆθος χρημάτων ἱκανὸν εἰς τοὺς τῶν ξένων μισθούς.

κατασκευάσας οὖν ἀξιόλογον δύναμιν προήγαγεν εἰς ὕπαιθρον καὶ φανερὸς ἦν ἑτοίμως ἔχων διαγωνίζεσθαι πρὸς τοὺς ἀλλοτρίως διακειμένους τοῖς Φωκεῦσι. τῶν δὲ Λοκρῶν στρατευσάντων ἐπ αὐτὸν ἐγένετο μάχη περὶ τὰς Φαιδριάδας καλουμένας πέτρας, ἣν νικήσας ὁ Φιλόμηλος πολλοὺς μὲν ἀνεῖλε τῶν πολεμίων, οὐκ ὀλίγους δ ἐζώγρησε, τινὰς δὲ κατὰ τῆς πέτρας συνηνάγκασεν ἑαυτοὺς κατακρημνίσαι.

μετὰ δὲ τὴν μάχην ταύτην οἱ μὲν Φωκεῖς ἐπήρθησαν τοῖς φρονήμασι διὰ τὴν εὐημερίαν, οἱ δὲ Λοκροὶ ταπεινωθέντες πρέσβεις ἐξέπεμψαν εἰς τὰς Θήβας ἀξιοῦντες τοὺς Βοιωτοὺς βοηθεῖν αὐτοῖς τε καὶ τῷ θεῷ. οἱ δὲ Βοιωτοὶ διά τε τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ διὰ τὸ συμφέρειν αὐτοῖς τὰς τῶν Ἀμφικτυόνων κρίσεις βεβαίας εἶναι πρός τε τοὺς Θετταλοὺς ἐπρέσβευσαν καὶ τοὺς ἄλλους Ἀμφικτύονας ἀξιοῦντες κοινῇ πολεμῆσαι τοῖς Φωκεῦσι.

ψηφισαμένων δὲ τῶν Ἀμφικτυόνων τὸν πρὸς Φωκεῖς πόλεμον πολλὴ ταραχὴ καὶ διάστασις ἦν καθ ὅλην τὴν Ἑλλάδα. οἱ μὲν γὰρ ἔκριναν βοηθεῖν τῷ θεῷ καὶ τοὺς Φωκεῖς ὡς ἱεροσύλους κολάζειν, οἱ δὲ πρὸς τὴν τῶν Φωκέων βοήθειαν ἀπέκλινον. σχιζομένης δὲ τῆς τῶν ἐθνῶν καὶ πόλεων αἱρέσεως τῷ μὲν ἱερῷ βοηθεῖν ἔγνωσαν Βοιωτοὶ καὶ Λοκροὶ καὶ Θετταλοὶ καὶ Περραιβοί, πρὸς δὲ τούτοις Δωριεῖς καὶ Δόλοπες, ἔτι δὲ Ἀθαμᾶνες καὶ Ἀχαιοὶ Φθιῶται καὶ Μάγνητες, ἔτι δὲ Αἰνιᾶνες καί τινες ἕτεροι, τοῖς δὲ Φωκεῦσι συνεμάχουν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι καί τινες ἕτεροι τῶν Πελοποννησίων.

προθυμότατα δὲ συνέπραττον οἱ Λακεδαιμόνιοι διὰ τοιαύτας αἰτίας.

ἐν τῷ Λευκτρικῷ πολέμῳ Θηβαῖοι καταπολεμήσαντες τοὺς πολεμίους δίκην ἐπήνεγκαν εἰς Ἀμφικτύονας κατὰ τῶν Σπαρτιατῶν, ὅτι Φοιβίδας ὁ Σπαρτιάτης κατελάβετο τὴν Καδμείαν, καὶ διετιμήσαντο τὸ ἀδίκημα ταλάντων πεντακοσίων. καταδικασθέντων δὲ τῶν Λακεδαιμονίων καὶ τὴν δίκην οὐκ ἐκτινόντων κατὰ τὸν ὡρισμένον ἐκ τῶν νόμων καιρὸν οἱ Θηβαῖοι πάλιν δίκην ἐπήνεγκαν διπλοῦ τοῦ ἀδικήματος. τῶν δ Ἀμφικτυόνων χιλίοις ταλάντοις καταδικασάντων οἱ Λακεδαιμόνιοι διὰ τὸ μέγεθος τοῦ ὀφλήματος ὁμοίας τοῖς Φωκεῦσι τὰς ἀποφάσεις ἐποιοῦντο, λέγοντες ἀδίκως ὑπὸ τῶν Ἀμφικτυόνων καταδεδικάσθαι.

διόπερ κοινοῦ ὄντος τοῦ συμφέροντος οἱ Λακεδαιμόνιοι κατ ἰδίαν μὲν ὤκνουν ὑπὲρ τῆς καταδίκης ἄρασθαι πόλεμον, διὰ δὲ τοῦ προσώπου τῶν Φωκέων εὐσχημονέστερον ἔκρινον ἀκυρῶσαι τὰς κρίσεις τῶν Ἀμφικτυόνων.

διὰ δὴ ταύτας τὰς αἰτίας ἑτοιμότατα συνεμάχουν τοῖς Φωκεῦσι καὶ τὴν προστασίαν τοῦ ἱεροῦ συγκατεσκεύαζον αὐτοῖς.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION