호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
συναχθείσησ δ’ ἐκκλησίασ ὁ μὲν δῆμοσ εὐχαριστῶν αὐτῷ στρατηγὸν ἐχειροτόνησεν αὐτοκράτορα τὸν Δίωνα καὶ τιμὰσ ἀπένειμεν ἡρωικάσ, ὁ δὲ Δίων ἀκολούθωσ τοῖσ πεπραγμένοισ ἐπιεικῶσ τοὺσ μὲν ἐχθροὺσ ἅπαντασ ἀπέλυσε τῶν ἐγκλημάτων καὶ τὸ πλῆθοσ παραμυθησάμενοσ εἰσ κοινὴν ἤγαγεν ὁμόνοιαν. οἱ δὲ Συρακόσιοι πανδήμοισ ἐπαίνοισ καὶ ἀποδοχαῖσ μεγάλαισ ἐτίμων τὸν εὐεργέτην ὡσ μόνον σωτῆρα γεγονότα τῆσ πατρίδοσ. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοισ ἦν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기