- 텍스트

Diodorus Siculus, Library, book xvi, chapter 20

(디오도로스 시켈로스, Library, book xvi, chapter 20)

ἅμα δ ἡμέρᾳ τὸ μὲν τῆς συμφορᾶς μέγεθος συνεωράθη, οἱ δὲ Συρακόσιοι, μίαν ἔχοντες σωτηρίαν τὴν ἀπὸ τοῦ Δίωνος βοήθειαν, ἐξαπέστειλαν ἱππεῖς εἰς Λεοντίνους, δεόμενοι τοῦ Δίωνος μὴ περιιδεῖν τὴν πατρίδα δοριάλωτον γινομένην καὶ τῶν μὲν ἡμαρτημένων δοῦναι συγγνώμην αὐτοῖς, τὰς δὲ παρούσας δυστυχίας ἐλεήσαντα διορθώσασθαι τὴν τῆς πατρίδος συμφοράν.? ὁ δὲ Δίων λαμπρὸς ὢν τὴν ψυχὴν καὶ διὰ τὴν ἐκ φιλοσοφίας παιδείαν ἐξημερωμένος τοὺς λογισμοὺς οὐκ ἐμνησικάκησε τοῖς πολίταις, ἀλλὰ τοὺς μισθοφόρους πείσας παραχρῆμα ἀνέζευξε καὶ διανύσας ὀξέως τὴν εἰς Συρακούσσας ὁδὸν ἧκε πρὸς τὰ Ἑξάπυλα.

ἐνταῦθα δὲ διατάξας τοὺς στρατιώτας προσῆγε κατὰ τάχος καὶ κατέλαβεν ἐκ τῆς πόλεως τέκνα μὲν καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας ὑπὲρ τοὺς μυρίους:

οὗτοι δὲ πάντες ἀπαντῶντες μετὰ δακρύων ἱκέτευον ἀμῦναι τοῖς ἰδίοις ἀκληρήμασιν. οἱ δ ἐκ τῆς ἀκροπόλεως μισθοφόροι κεκρατηκότες ἤδη τῆς προθέσεως τὰς μὲν περὶ τὴν ἀγορὰν οἰκίας διαρπάσαντες ἐνέπρησαν, ἐπὶ δὲ τὰς λοιπὰς ὁρμήσαντες διήρπαζον τὰς ἐν ταύταις κτήσεις. καθ ὃν δὴ καιρὸν Δίων κατὰ πλείους τόπους εἰσπεσὼν εἰς τὴν πόλιν, καὶ τοῖς πολεμίοις περὶ τὰς ἁρπαγὰς ἀσχολουμένοις ἐπιθέμενος πάντας τοὺς περιτυγχάνοντας ἔκτεινε κομίζοντας ἐπὶ τῶν ὤμων παντοδαπὰς κατασκευάς:

διὰ δὲ τὸ παράδοξον τῆς παρουσίας καὶ τὴν ἀταξίαν καὶ τὴν ταραχὴν τῶν διαφορούντων τὰς κτήσεις εὐχερῶς ἅπαντες ἐχειροῦντο. τέλος δὲ πλειόνων ἢ τετρακισχιλίων φονευθέντων, τῶν μὲν ἐν ταῖς οἰκίαις, τῶν δ ἐν ταῖς ὁδοῖς, οἱ λοιποὶ συνέφυγον εἰς τὴν ἀκρόπολιν καὶ τὰς πύλας κλείσαντες ἐξέφυγον τὸν κίνδυνον. Δίων δὲ κάλλιστον τῶν προγεγενημένων ἔργων ὑπ αὐτοῦ διαπραξάμενος τὰς μὲν καιομένας οἰκίας διέσωσε κατασβέσας τὴν φλόγα, τὸ δὲ περιτείχισμα καλῶς κατασκευασάμενος μιᾷ πράξει τήν τε πόλιν ὠχύρωσε καὶ τοὺς πολεμίους ἀποτειχίσας εἶρξε τῆς ἐπὶ τὴν γῆν ἐξόδου.

καθαρὰν δὲ τῶν νεκρῶν ποιήσας τὴν πόλιν καὶ τρόπαιον στήσας ἔθυσε τοῖς θεοῖς ὑπὲρ τῆς σωτηρίας. συναχθείσης δ ἐκκλησίας ὁ μὲν δῆμος εὐχαριστῶν αὐτῷ στρατηγὸν ἐχειροτόνησεν αὐτοκράτορα τὸν Δίωνα καὶ τιμὰς ἀπένειμεν ἡρωικάς, ὁ δὲ Δίων ἀκολούθως τοῖς πεπραγμένοις ἐπιεικῶς τοὺς μὲν ἐχθροὺς ἅπαντας ἀπέλυσε τῶν ἐγκλημάτων καὶ τὸ πλῆθος παραμυθησάμενος εἰς κοινὴν ἤγαγεν ὁμόνοιαν.

οἱ δὲ Συρακόσιοι πανδήμοις ἐπαίνοις καὶ ἀποδοχαῖς μεγάλαις ἐτίμων τὸν εὐεργέτην ὡς μόνον σωτῆρα γεγονότα τῆς πατρίδος. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν. κατὰ δὲ τὴν Ἑλλάδα Χίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Βυζαντίων διαπολεμούντων πρὸς Ἀθηναίους τὸν συμμαχικὸν πόλεμον ἀμφότεροι μεγάλας παρασκευὰς ἐποιοῦντο, βουλόμενοι ναυμαχίᾳ κρῖναι τὸν πόλεμον.

Ἀθηναῖοι δὲ Χάρητα μὲν μετὰ νεῶν ἑξήκοντα προαπεσταλκότες ἦσαν ἐν τοῖς ἄνω καιροῖς, τότε δὲ ἄλλας ἑξήκοντα πληρώσαντες καὶ στρατηγοὺς ἐπιστήσαντες τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν, Ἰφικράτην καὶ Τιμόθεον, ἐξαπέστειλαν κοινῇ μετὰ Χάρητος διαπολεμεῖν τοῖς ἀφεστηκόσι τῶν συμμάχων. οἱ δὲ Χῖοι καὶ Ῥόδιοι καὶ Βυζάντιοι μετὰ τῶν συμμάχων ἑκατὸν ναῦς πληρώσαντες Ἴμβρον μὲν καὶ Λῆμνον οὔσας Ἀθηναίων ἐπόρθησαν, ἐπὶ δὲ Σάμον πολλῇ δυνάμει στρατεύσαντες τὴν μὲν χώραν ἐδῄωσαν, τὴν δὲ πόλιν ἐπολιόρκουν κατὰ γῆν καὶ κατὰ θάλατταν:

πολλὰς δὲ καὶ ἄλλας νήσους οὔσας ὑπ Ἀθηναίους κακοποιήσαντες χρήματα ἤθροισαν εἰς τὰς τοῦ πολέμου χρείας. οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ πάντες ἀθροισθέντες τὸ μὲν πρῶτον ἐπεβάλοντο πολιορκῆσαι τὴν τῶν Βυζαντίων πόλιν, μετὰ δὲ ταῦτα τῶν Χίων καὶ τῶν συμμάχων τὴν μὲν πολιορκίαν τῆς Σάμου λυσάντων, ἐπὶ δὲ τὴν βοήθειαν τοῖς Βυζαντίοις τρεπομένων συνηθροίσθησαν πάντες οἱ στόλοι περὶ τὸν Ἑλλήσποντον.

μελλούσης δὲ γίνεσθαι τῆς ναυμαχίας μέγας ἄνεμος ἐπιπεσὼν διεκώλυσεν αὐτῶν τὴν προαίρεσιν. τοῦ δὲ Χάρητος παρὰ φύσιν βουλομένου ναυμαχεῖν καὶ τῶν περὶ τὸν Ἰφικράτην καὶ Τιμόθεον ἐναντιουμένων διὰ τὸ μέγεθος τοῦ κλύδωνος ὁ μὲν Χάρης ἐπιμαρτυρόμενος τοὺς στρατιώτας διέβαλε τοὺς συνάρχοντας ὡς προδότας καὶ πρὸς τὸν δῆμον ἔγραψε περὶ αὐτῶν ὡς ἐγκαταλελοιπότων ἑκουσίως τὴν ναυμαχίαν, οἱ δ Ἀθηναῖοι παροξυνθέντες καὶ κρίσιν τῷ Ἰφικράτει καὶ Τιμοθέῳ προθέντες ἐζημίωσαν αὐτοὺς πολλοῖς ταλάντοις καὶ τῆς στρατηγίας ἀπέστησαν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION