호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἡρακλείδης δ ὁ καταλελειμμένος ὑπὸ Δίωνος ναύαρχος τῶν μακρῶν νεῶν ἐν Πελοποννήσῳ διά τινας χειμῶνας ἐμποδισθεὶς ὑστέρησε τῆς καθόδου τῶν περὶ τὸν Δίωνα καὶ τῆς τῶν Συρακοσίων ἐλευθερώσεως:? ἧκε δ ἄγων ναῦς μὲν μακρὰς εἴκοσι, χιλίους δὲ στρατιώτας καὶ πεντακοσίους. ὢν δ ἀνὴρ ἐπισημότατος καὶ δόξας ἄξιος ὑπάρχειν ᾑρέθη ναύαρχος ὑπὸ τῶν Συρακοσίων, καὶ μετὰ Δίωνος τεταγμένος ἐπὶ τῆς ἡγεμονίας διεπολέμει πρὸς Διονύσιον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기