호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δὲ Συρακοσίων κατεσκευακότων ἀπὸ θαλάττης εἰς θάλατταν διατείχισμα αὑτῶν προσέπεσον οἱ μισθοφόροι τῷ τείχει μετὰ πολλῆς βοῆς καὶ καταπλήξεως καὶ πολλοὺς μὲν τῶν φυλάκων ἀνεῖλον, τοῦ δὲ τείχους ἐντὸς γενόμενοι πρὸς τοὺς ἐκβοηθοῦντας διηγωνίζοντο.? ὁ δὲ Δίων ἀνελπίστως παρεσπονδημένος μετὰ τῶν ἀρίστων στρατιωτῶν ἀπήντα τοῖς πολεμίοις καὶ συνάψας μάχην πολὺν ἐποίει φόνον.
ἐν σταδίῳ γὰρ ὥσπερ, τῷ ὀλίγῳ δὴ διαστήματι τῆς διατειχίσεως, μάχης οὔσης συνέδραμε πλῆθος στρατιωτῶν εἰς στενὸν τόπον. διὸ καὶ παρ ἀμφοτέροις οἱ ταῖς ἀνδραγαθίαις πρωτεύοντες συγκατέβησαν εἰς τὸν κίνδυνον:
καὶ τῶν μὲν τοῦ Διονυσίου μισθοφόρων διὰ τὸ μέγεθος τῶν ἐπαγγελιῶν, τῶν δὲ Συρακοσίων διὰ τὴν ἐλπίδα τῆς ἐλευθερίας εἰς ὑπερβάλλουσαν φιλοτιμίαν ἐκτραπέντων τὸ μὲν πρῶτον ἰσόρροπος ἦν ἡ μάχη, τῆς παρ ἀμφοτέροις ἀρετῆς οὔσης ἰσομάχου, καὶ πολλοὶ μὲν ἔπιπτον, οὐκ ὀλίγοιδὲ κατετιτρώσκοντο πάσας τὰς πληγὰς ἐναντίας λαμβάνοντες: οἱ μὲν γὰρ πρωτοστάται τὸν ὑπὲρ τῶν ἄλλων θάνατον ὑπέμενον εὐψύχως, οἱ δ ἐπιτεταγμένοι τοὺς πίπτοντας ὑπερασπίζοντες καὶ τοῖς δεινοῖς ἐγκαρτεροῦντες τοὺς ἐσχάτους κινδύνους ὑπὲρ τῆς νίκης ἀνεδέχοντο. μετὰ δὲ ταῦτα Δίων μὲν ἀριστεῦσαι βουλόμενος ἐν τῇ μάχῃ καὶ σπεύδων δι ἑαυτοῦ περιποιήσασθαι τὴν νίκην εἰς μέσους ἐβιάσατο τοὺς πολεμίους:
ἡρωικῶς δ ἀγωνιζόμενος πολλοὺς μὲν ἐφόνευσε, τὴν δ ὅλην σύνταξιν τῶν μισθοφόρων διακόψας ἐναπελήφθη μόνος τῷ πλήθει: πολλῶν δ ἐπ αὐτὸν ῥιφέντων βελῶν εἴς τε τὴν ἀσπίδα καὶ τὸ κράνος ταῦτα μὲν ἐξέφυγε διὰ τὴν τῶν ὅπλων κατασκευήν, εἰς δὲ τὸν δεξιὸν βραχίονα τρωθεὶς συγκατηνέχθη τῷ βάρει τῆς πληγῆς καὶ τοῖς πολεμίοις παρ ὀλίγον ὑποχείριος ἐγένετο. οἱ δὲ Συρακόσιοι δείσαντες ὑπὲρ τῆς κατὰ τὸν στρατηγὸν σωτηρίας ἐπέρραξαν τοῖς μισθοφόροις βαρείᾳ τῇ συντάξει καὶ τὸν μὲν Δίωνα καταπονούμενον ἐξήρπασαν ἐκ τῶν κινδύνων, τοὺς δὲ πολεμίους βιασάμενοι φυγεῖν ἠνάγκασαν.
ὁμοίως δὲ καὶ κατὰ τὸν ἄλλον τόπον τοῦ τείχους προτερούντων τῶν Συρακοσίων οἱ τοῦ τυράννου μισθοφόροι συνεδιώχθησαν ἐντὸς πυλῶν τῶν ἐν τῇ Νήσῳ. ἐπιφανεῖ δὲ μάχῃ νικήσαντες οἱ Συρακόσιοι καὶ τὴν ἐλευθερίαν βεβαίως κτησάμενοι τρόπαιον ἔστησαν κατὰ τοῦ τυράννου.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기