호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ δὲ τοῦτον τὸν καιρὸν ὁ μὲν τύραννοσ περὶ τὰσ νεοκτίστουσ πόλεισ κατὰ τὸν Ἀδρίαν διέτριβε μετὰ πολλῶν δυνάμεων, οἱ δ’ ἐπὶ τῆσ φυλακῆσ τῶν Συρακουσσῶν ἀπολειφθέντεσ ἡγεμόνεσ τὸ μὲν πρῶτον ἐπειρῶντο μετακαλεῖσθαι τοὺσ Συρακοσίουσ ἀπὸ τῆσ ἀποστάσεωσ· ἀκατασχέτου δὲ τῆσ ὁρμῆσ τῶν ὄχλων οὔσησ ἀπογνόντεσ τοὺσ μισθοφόρουσ καὶ τοὺσ τὰ τοῦ δυνάστου φρονοῦντασ ἤθροισαν καὶ τὰσ τάξεισ πληρώσαντεσ τοῖσ ἀφεστηκόσιν ἐπιθέσθαι διέγνωσαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기