호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἅμα δὲ τούτοισ πραττομένοισ Ἀνδρόμαχοσ ὁ Ταυρομενίτησ, Τιμαίου μὲν τοῦ τὰσ ἱστορίασ συγγράψαντοσ πατὴρ ὤν, πλούτῳ δὲ καὶ ψυχῆσ λαμπρότητι διαφέρων ἤθροισε τοὺσ ἐκ τῆσ Νάξου τῆσ κατασκαφείσησ ὑπὸ Διονυσίου περιλειφθέντασ. οἰκίσασ δὲ τὸν ὑπὲρ τῆσ Νάξου λόφον τὸν ὀνομαζόμενον Ταῦρον καὶ μείνασ κατ’ αὐτὸν πλείω χρόνον ἀπὸ τῆσ ἐπὶ τοῦ Ταύρου μονῆσ ὠνόμασε Ταυρομένιον. ταχὺ δὲ τῆσ πόλεωσ ἐπίδοσιν λαμβανούσησ οἱ μὲν οἰκήτορεσ μεγάλουσ περιεποιήσαντο πλούτουσ, ἡ δὲ πόλισ ἀξιόλογον ἀξίωμα περιποιησαμένη τὸ τελευταῖον ἐν τῷ καθ’ ἡμᾶσ βίῳ Καίσαροσ ἀναστήσαντοσ τοὺσ Ταυρομενίτασ ἐκ τῆσ πατρίδοσ τῶν Ῥωμαίων ἀποικίαν ἐδέξατο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기