호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ Μακεδόνες διά τε τὴν ἐν τῇ μάχῃ συμφορὰν καὶ διὰ τὸ μέγεθος τῶν ἐπιφερομένων κινδύνων ἐν ἀπορίᾳ τῇ μεγίστῃ καθειστήκεισαν.? ἀλλ ὅμως τηλικούτων φόβων καὶ κινδύνων ἐφεστώτων ὁ Φίλιππος οὐ κατεπλάγη τὸ μέγεθος τῶν προσδοκωμένων δεινῶν, ἀλλὰ τοὺς Μακεδόνας ἐν συνεχέσιν ἐκκλησίαις συνέχων καὶ τῇ τοῦ λόγου δεινότητι προτρεπόμενος ἐπὶ τὴν ἀνδρείαν εὐθαρσεῖς ἐποίησε, τὰς δὲ στρατιωτικὰς τάξεις ἐπὶ τὸ κρεῖττον διορθωσάμενος καὶ τοὺς ἄνδρας τοῖς πολεμικοῖς ὅπλοις δεόντως κοσμήσας, συνεχεῖς ἐξοπλασίας καὶ γυμνασίας ἐναγωνίους ἐποιεῖτο. ἐπενόησε δὲ καὶ τὴν τῆς φάλαγγος πυκνότητα καὶ κατασκευήν, μιμησάμενος τὸν ἐν Τροίᾳ τῶν ἡρώων συνασπισμόν, καὶ πρῶτος συνεστήσατο τὴν Μακεδονικὴν φάλαγγα.
ἐν δὲ ταῖς ὁμιλίαις προσηνὴς ἦν καὶ διά τε τῶν δωρεῶν καὶ τῶν ἐπαγγελιῶν εἰς τὴν μεγίστην εὔνοιαν τὰ πλήθη προήγετο, πρός τε τὸ πλῆθος τῶν ἐπιφερομένων κινδύνων εὐστόχως ἀντεμηχανᾶτο.
θεωρῶν γὰρ τοὺς Ἀθηναίους ὑπὲρ τοῦ τὴν Ἀμφίπολιν ἀνακτήσασθαι τὴν πᾶσαν φιλοτιμίαν εἰσφερομένους καὶ διὰ τοῦτο κατάγοντας τὸν Ἀργαῖον ἐπὶ τὴν βασιλείαν ἑκουσίως ἐξεχώρησε τῆς πόλεως, ἀφεὶς αὐτὴν αὐτόνομον. πρὸς δὲ Παίονας διαπρεσβευσάμενος καὶ τοὺς μὲν δωρεαῖς διαφθείρας, τοὺς δ ἐπαγγελίαις φιλανθρώποις πείσας κατὰ τὸ παρὸν εἰρήνην ἄγειν πρὸς αὐτοὺς συνέθετο.
ὁμοίως δὲ καὶ τὸν Παυσανίαν ἀπέστησε τῆς καθόδου, τὸν κατάγειν μέλλοντα βασιλέα δωρεαῖς πείσας. Μαντίας δ ὁ τῶν Ἀθηναίων στρατηγὸς καταπλεύσας εἰς Μεθώνην αὐτὸς μὲν ἐνταῦθα κατέμεινε, τὸν Ἀργαῖον δὲ μετὰ τῶν μισθοφόρων ἐπὶ τὰς Αἰγὰς ἀπέστειλεν.
οὗτος δὲ προσελθὼν τῇ πόλει παρεκάλει τοὺς ἐν ταῖς Αἰγαῖς προσδέξασθαι τὴν κάθοδον καὶ γενέσθαι τῆς αὑτοῦ βασιλείας ἀρχηγούς. οὐδενὸς δ αὐτῷ προσέχοντος ὁ μὲν ἀνέκαμπτεν εἰς τὴν Μεθώνην, ὁ δὲ Φίλιππος ἐπιφανεὶς μετὰ στρατιωτῶν καὶ συνάψας μάχην πολλοὺς μὲν ἀνεῖλε τῶν μισθοφόρων, τοὺς δὲ λοιποὺς εἴς τινα λόφον καταφυγόντας ὑποσπόνδους ἀφῆκεν, λαβὼν παρ αὐτῶν ἐκδότους τοὺς φυγάδας.
Φίλιππος μὲν οὖν ταύτην πρώτην μάχην νικήσας εὐθαρσεστέρους ἐποίησε τοὺς Μακεδόνας πρὸς τοὺς ἐφεξῆς ἀγῶνας.
ἅμα δὲ τούτοις πραττομένοις Θάσιοι μὲν ᾤκισαν τὰς ὀνομαζομένας Κρηνίδας, ἃς ὕστερον ὁ βασιλεὺς ἀφ ἑαυτοῦ ὀνομάσας Φιλίππους ἐπλήρωσεν οἰκητόρων.
τῶν δὲ συγγραφέων Θεόπομπος ὁ Χῖος τὴν ἀρχὴν τῶν περὶ Φίλιππον ἱστοριῶν ἐντεῦθεν ποιησάμενος γέγραφεν βύβλους ὀκτὼ πρὸς ταῖς πεντήκοντα, ἐξ ὧν πέντε διαφωνοῦσιν.
ἐπ ἄρχοντος δ Ἀθήνησιν Εὐχαρίστου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Κόιντον Σερουίλιον καὶ Κόιντον Γενούκιον.
ἐπὶ δὲ τούτων ὁ Φίλιππος πρέσβεις ἐκπέμψας εἰς Ἀθήνας ἔπεισε τὸν δῆμον εἰρήνην πρὸς αὐτὸν συνθέσθαι διὰ τὸ μηδὲν ἔτι προσποιεῖσθαι τὴν Ἀμφίπολιν. ἀπολυθεὶς δὲ τοῦ πρὸς Ἀθηναίους πολέμου καὶ πυνθανόμενος τὸν βασιλέα τῶν Παιόνων Ἆγιν τετελευτηκέναι ὑπέλαβε καιρὸν ἔχειν ἐπιθέσθαι τοῖς Παίοσιν.
στρατεύσας οὖν εἰς τὴν Παιονίαν καὶ παρατάξει τοὺς βαρβάρους νικήσας ἠνάγκασε τὸ ἔθνος πειθαρχεῖν τοῖς Μακεδόσιν. ὑπολειπομένων δὲ πολεμίων τῶν Ἰλλυριῶν ἐφιλοτιμεῖτο καὶ τούτους καταπολεμῆσαι.
εὐθὺς οὖν συναγαγὼν ἐκκλησίαν καὶ τοὺς στρατιώτας οἰκείοις λόγοις προτρεψάμενος εἰς τὸν πόλεμον ἐστράτευσεν εἰς τὴν τῶν Ἰλλυριῶν χώραν, πεζοὺς μὲν ἔχων οὐκ ἐλάττους μυρίων, ἱππεῖς δὲ ἑξακοσίους. Βάρδυλις δ ὁ τῶν Ἰλλυριῶν βασιλεὺς πυθόμενος τὴν παρουσίαν τῶν πολεμίων τὸ μὲν πρῶτον πρέσβεις ἀπέστειλεν περὶ διαλύσεως, ἐφ ὅτῳ κυρίους ἀμφοτέρους εἶναι τῶν τότε κυριευομένων πόλεων:
τοῦ δὲ Φιλίππου φήσαντος ἐπιθυμεῖν μὲν τῆς εἰρήνης, μὴ μέντοι γε ταύτην συγχωρήσειν, ἐὰν μὴ τῶν Μακεδονικῶν πόλεων ἁπασῶν ἐκχωρήσωσιν Ἰλλυριοί, οἱ μὲν πρέσβεις ἐπανῆλθον ἄπρακτοι, ὁ δὲ Βάρδυλις πιστεύων ταῖς τε προγεγενημέναις νίκαις καὶ ταῖς τῶν Ἰλλυριῶν ἀνδραγαθίαις ἀπήντα τοῖς πολεμίοις μετὰ τῆς δυνάμεως: εἶχεν δὲ πεζοὺς μὲν μυρίους ἐπιλέκτους, ἱππεῖς δὲ εἰς πεντακοσίους. ὡς δ ἤγγιζον ἀλλήλοις τὰ στρατεύματα καὶ μετὰ βοῆς πολλῆς συνέρραξαν εἰς τὴν μάχην, ὁ μὲν Φίλιππος ἔχων τὸ δεξιὸν κέρας καὶ τοὺς ἀρίστους τῶν Μακεδόνων συναγωνιζομένους τοῖς μὲν ἱππεῦσι παρήγγειλεν παριππεῦσαι καὶ πλαγίοις ἐμβαλεῖν τοῖς βαρβάροις, αὐτὸς δὲ κατὰ στόμα τοῖς πολεμίοις ἐπιπεσὼν καρτερὰν συνεστήσατο μάχην.
οἱ δ Ἰλλυριοὶ συντάξαντες ἑαυτοὺς εἰς πλινθίον ἐρρωμένως συνεστήσαντο τὸν κίνδυνον.
καὶ τὸ μὲν πρῶτον ἐπὶ πολὺν χρόνον ἦν ἰσόρροπος ἡ μάχη διὰ τὴν ὑπερβολὴν τῆς παρ ἀμφοτέροις ἀνδραγαθίας καὶ πολλῶν μὲν ἀναιρουμένων, ἔτι δὲ πλειόνων τιτρωσκομένων ὁ κίνδυνος δεῦρο κἀκεῖσε τὰς ῥοπὰς ἐλάμβανεν, ταλαντευόμενος αἰεὶ ταῖς τῶν ἀγωνιζομένων ἀρεταῖς: μετὰ δὲ ταῦτα τῶν ἱππέων ἐκ πλαγίου καὶ κατὰ νώτου βιαζομένων, τοῦ δὲ Φιλίππου μετὰ τῶν ἀρίστων ἡρωικῶς ἀγωνισαμένου συνηναγκάσθη τὸ πλῆθος τῶν Ἰλλυριῶν πρὸς φυγὴν ὁρμῆσαι. γενομένης δὲ τῆς διώξεως ἐπὶ πολὺν τόπον καὶ πολλῶν κατὰ τὴν φυγὴν ἀναιρεθέντων ὁ μὲν Φίλιππος ἀνακαλεσάμενος τῇ σάλπιγγι τοὺς Μακεδόνας καὶ στήσας τρόπαιον ἔθαψεν τῶν ἰδίων τοὺς τετελευτηκότας, οἱ δ Ἰλλυριοὶ διαπρεσβευσάμενοι καὶ τῶν Μακεδονικῶν πόλεων πασῶν ἐκχωρήσαντες ἔτυχον τῆς εἰρήνης.
ἀνῃρέθησαν δὲ τῶν Ἰλλυριῶν ἐν ταύτῃ τῇ μάχῃ πλείους τῶν ἑπτακισχιλίων. ἡμεῖς δ ἐπεὶ τὰ κατὰ τὴν Μακεδονικὴν καὶ τὴν Ἰλλυρίδα διήλθομεν, μεταβησόμεθα πρὸς τὰς ἑτερογενεῖς πράξεις.
κατὰ γὰρ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος ὁ νεώτερος παρειληφὼς μὲν τὴν δυναστείαν ἐν τοῖς ἀνωτέρω καιροῖς, ἄπρακτος δ ὢν καὶ πολὺ τοῦ πατρὸς καταδεέστερος προσεποιεῖτο διὰ τὴν ἀπραγίαν εἰρηνικὸς εἶναι καὶ πρᾷος τὸν τρόπον. διόπερ πρὸς Καρχηδονίους διαδεδεγμένος τὸν πόλεμον πρός τε τούτους εἰρήνην συνέθετο καὶ πρὸς Λευκανοὺς ὁμοίως διαπολεμήσας ἀργῶς ἐπί τινα χρόνον καὶ ταῖς τελευταίαις μάχαις ἐπὶ τοῦ προτερήματος γενόμενος ἀσμένως πρὸς αὐτοὺς κατελύσατο τὸν πόλεμον.
κατὰ δὲ τὴν Ἀπουλίαν δύο πόλεις ἔκτισε βουλόμενος ἀσφαλῆ τοῖς πλέουσι τὸν Ιὄνιον πόρον ποιῆσαι:
οἱ γὰρ τὴν παραθαλάττιον οἰκοῦντες βάρβαροι λῃστρίσι πολλαῖς πλέοντες ἄπλουν τοῖς ἐμπόροις παρεσκεύαζον πᾶσαν τὴν περὶ τὸν Ἀδρίαν θάλατταν. μετὰ δὲ ταῦτα δοὺς ἑαυτὸν εἰς βίον εἰρηνικὸν ἐξέλυσε μὲν τῶν στρατιωτῶν τὰς ἐν τοῖς πολεμικοῖς γυμνασίας, μεγίστην δὲ τῶν κατὰ τὴν Εὐρώπην δυναστειῶν παραλαβὼν τὴν ἀρχὴν καὶ τὴν ὑπὸ τοῦ πατρὸς λεγομένην ἀδάμαντι δεδέσθαι τυραννίδα διὰ τὴν ἰδίαν ἀνανδρίαν παραδόξως ἀπέβαλεν.
τὰς δὲ αἰτίας τῆς καταλύσεως καὶ τὰς κατὰ μέρος πράξεις ἀναγράφειν πειρασόμεθα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기