호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Παίονεσ μὲν πλησίον τῆσ Μακεδονίασ οἰκοῦντεσ ἐπόρθουν τὴν χώραν καταφρονοῦντεσ τῶν Μακεδόνων, Ἰλλυριοὶ δὲ μεγάλασ δυνάμεισ ἤθροιζον καὶ στρατεύειν εἰσ τὴν Μακεδονίαν παρεσκευάζοντο, Παυσανίασ δέ τισ τῆσ βασιλικῆσ συγγενείασ κοινωνῶν ἐπεβάλλετο διὰ τοῦ Θρᾳκῶν βασιλέωσ ἐπὶ τὴν Μακεδονικὴν βασιλείαν κατιέναι. ὁμοίωσ δὲ καὶ Ἀθηναῖοι πρὸσ Φίλιππον ἀλλοτρίωσ ἔχοντεσ κατῆγον ἐπὶ τὴν βασιλείαν Ἀργαῖον καὶ στρατηγὸν ἀπεστάλκεισαν Μαντίαν ἔχοντα τρισχιλίουσ μὲν ὁπλίτασ, ναυτικὴν δὲ δύναμιν ἀξιόλογον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기