- 텍스트

Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 57

(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 57)

ὅλως δὲ λῆρός ἐστι τῷ Πλάτωνι τὸ Συμπόσιον.? ὅτε γὰρ Ἀγάθων ἐνίκα, Πλάτων ἦν δεκατεσσάρων ἐτῶν. ὁ μὲν γὰρ ἐπὶ ἄρχοντος Εὐφήμου στεφανοῦται Ληναίοις, Πλάτων δὲ γεννᾶται ἐπὶ Ἀπολλοδώρου τοῦ μετ Εὐθύδημον ἄρξαντος: δύο δὲ καὶ ὀγδοήκοντα βιώσας ἔτη μετήλλαξεν ἐπὶ Θεοφίλου τοῦ μετὰ Καλλίμαχον, ὅς ἐστιν ὀγδοηκοστὸς καὶ δεύτερος, ἀπὸ δὲ Ἀπολλοδώρου καὶ τῆς Πλάτωνος γενέσεως τεσσαρεσκαιδέκατός ἐστιν ἄρχων Εὔφημος, ἐφ οὗ τὰ ἐπινίκια Ἀγάθωνος ἑστιῶνται. "εἰ νεωστὶ ἡγεῖ τὴν συνουσίαν γεγονέναι, ὥστε κἀμὲ παραγενέσθαι. "ἐγὼ γάρ, ἔφη. "πόθεν, ἦν δ ἐγώ, ὦ Γλαύκων· "οὐκ οἶσθ ὅτι πολλῶν ἐτῶν Ἀγάθων οὐκ ἐπιδεδήμηκε· καὶ προελθών φησιν:

"ἀλλ εἰπέ μοι, πότε ἐγένετο ἡ συνουσία αὕτη· "κἀγὼ εἶπον ὅτι παίδων ἔτι ὄντων ἡμῶν, ὅτε τῇ τραγῳδίᾳ ἐνίκησεν ὁ Ἀγάθων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION