- 텍스트

Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 47 4:

(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 47 4:)

τοῦτον τὸν Διογένη ὁ μεταλαβὼν τὴν βασιλείαν Ἀντίοχος, οὐκ ἐνέγκας αὐτοῦ τὴν κακολογίαν, ἀποσφαγῆναι ἐκέλευσεν.? ὁ δ Ἀλέξανδρος προσηνὴς ἦν ἐν πᾶσι καὶ φιλόλογος ἐν ταῖς ὁμιλίαις καὶ οὐχ ὅμοιος Ἀθηνίωνι τῷ περιπατητικῷ φιλοσόφῳ, τῷ καὶ διατριβῆς προστάντι φιλοσόφου Ἀθήνησί τε καὶ ἐν Μεσσήνῃ, ἔτι δὲ καὶ ἐν Λαρίσῃ τῆς Θετταλίας, καὶ μετὰ ταῦτα τῆς Ἀθηναίων πόλεως τυραννήσαντι. περὶ οὗ καθ ἕκαστα ἱστορεῖ Ποσειδώνιος ὁ Ἀπαμεύς, ἅπερ εἰ καὶ μακρότερὰ ἐστιν ἐκθήσομαι, ἵν ἐπιμελῶς πάντας ἐξετάζωμεν τοὺς φάσκοντας εἶναι φιλοσόφους καὶ μὴ τοῖς τριβωνίοις καὶ τοῖς ἀκάρτοις πώγωσι πιστεύωμεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION