호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατήγαγε δ αὐτὸν ἐπὶ θάλατταν Φιλέας ὁ Ταυρομενίτης μηχανικός, ἡ δὲ ἀντλία καίπερ βάθος ὑπερβάλλον ἔχουσα δι ἑνὸς ἀνδρὸς ἐξηντλεῖτο διὰ κοχλίου, Ἀρχιμήδους ἐξευρόντος.? ὄνομα δ ἦν τῇ νηὶ Συρακοσία: ὅτε δ αὐτὴν ἐξέπεμπεν Ιἕρων, Ἀλεξανδρίδα αὐτὴν μετωνόμασεν. ἐφόλκια δ ἦσαν αὐτῇ τὸ μὲν πρῶτον κέρκουρος τρισχίλια τάλαντα δέχεσθαι δυνάμενος: πᾶς δ ἦν οὗτος ἐπίκωπος. μεθ ὃν χίλια πεντακόσια βαστάζουσαι ἁλιάδες τε καὶ σκάφαι πλείους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기