- 텍스트

Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 16

(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 16)

ἀλλὰ γὰρ ἐπανιτέον ἐπὶ τὸ συμπόσιον, ἐν ᾧ Ὅμηρος ἐπιδεξίως ἀφορμὴν εὑρ῀εν λόγων, ὥστε κτῆσιν συγκρῖναι φίλου, οὐ γὰρ ὡς πρόβλημα προτείνει, ἀλλ ἐπιχαρίτως παρείρας ὁ Μενέλαος, ἐπειδὴ ἤκουσε τῶν ἐπαίνων, τὸ μὲν εἶναι πλούσιος οὐκ ἀρνεῖται:? ἔχειν αὐτά. οὐ μέντοι γε ἀξιοῖ ἑαυτὸν θεοῖς συγκρίνειν ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ ἐάσιν. ἐνδειξάμενος δὲ φιλάδελφον ἦθος καὶ μετ ἀνάγκης φήσας ζῆν τε καὶ πλουτεῖν ἀντιπαρέθηκε τὸν τῆς φιλίας λόγον ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν ναίειν, οἱ δ ἄνδρες σόοι ἔμμεναι οἳ τότ ὄλοντο Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο. τίς ἂν οὖν τῶν ἐκγόνων ἐκείνων τῶν ὑπὲρ τοῦ τοιούτου τεθνηκότων οὐκ ἂν κατ ἀξίαν δόξειεν τὴν ἐπὶ τῇ στερήσει τοῦ πατρὸς λύπην τῇ τοῦ πατρὸς εὐχαρίστῳ μνήμῃ διορθουμένην·

ὅπως δὲ μὴ δόξῃ κοινὸς εἶναι πρὸς πάντας τοὺς παραπλησίως αὐτῷ τὴν εὔνοιαν ἐνδεδειγμένους, ἐπήνεγκεν τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ, ὡς ἑνὸς ὅστε μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδήν. ἵνα δὲ μὴ φαίνηται μηδενὸς τῶν ἐκείνου παραμελῶν ἐμνήσθη κατ ὄνομα: ὀδύρονται νύ που αὐτὸν Λαέρτης θ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια Τηλέμαχός θ, ὃν ἔλειπε νέον γεγαῶτ ἐνὶ οἴκῳ.

τοῦ δὲ δακρύσαντος πρὸς τὴν μνήμην ὁ μὲν ἐφίστησι κἀν τοσούτῳ,. . μάλιστ ἂν ἤθελεν ἐκείνου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION