- 텍스트

Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 14

(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 14)

παρὰ δ Ὁμήρῳ ἐν τῷ τοῦ Μενελάου συμποσίῳ προβάλλουσιν ἀλλήλοις ὥσπερ ἐν διατριβῇ ζητήματα καὶ πολιτικῶς ὁμιλοῦντες τέρπουσιν ἀλλήλους καὶ ἡμᾶς.? ὁ γοῦν Μενέλαος παραγενομένων ἐκ τοῦ λουτρῶνος τῶν περὶ τὸν Τηλέμαχον καὶ τῶν περὶ τὴν ἐδωδὴν παρατεθέντων παρακαλεῖ μεταλαμβάνειν λέγων τάδε: σίτου δ ἅπτεσθον καὶ χαίρετον, αὐτὰρ ἔπειτα δείπνου παυσαμένω εἰρησόμεθ οἵτινες ἐστόν. ἔπειτα προσεπιδίδωσι τῶν παρακειμένων αὐτῷ φιλανθρωπευόμενος : ὣς φάτο καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν ὄπτ ἐν χερσὶν ἑλών, τὰ ῥὰ οἱ γέρα πάρθεσαν αὐτῷ. φαγόντες δ ἐκεῖνοι μετὰ σιωπῆς, ὡς πρέπει νέοις, ἀλλήλοις ὁμιλοῦσιν ἠρέμα προσκύψαντες οὐ περὶ ἐδεσμάτων, φησίν, οὐδὲ τῶν θεραπαινῶν τοῦ κεκληκότος ὑφ ὧν ἐλούσαντο, περὶ δὲ τῶν κτημάτων τοῦ ὑποδεξαμένου: Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται.

βέλτιον γὰρ οὕτως φησὶν ὁ Σέλευκος γράφεσθαι. Ἀρίσταρχος δὲ οὐ δεόντως γράφει: Ζηνός που τοιήδε γ Ὀλυμπίου ἔνδοθεν αὐλή.

οὐ γὰρ τῆς οἰκίας τὸ κάλλος μόνον ἀποθαυμάζουσι. πῶς γὰρ ἤλεκτρον καὶ ἄργυρος καὶ ἐλέφας ἐν τοῖς τοίχοις ἦν· "δώματα ἠχήεντα: τοιαῦτα γὰρ δὴ τὰ ὑψόροφα καὶ μεγάλα: περὶ δὲ τῶν σκευῶν τὸ χρυσοῦ τ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ ἐλέφαντος. οἷς εἰκότως ἐπιφέρεται: Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται, ὅσσα τάδ ἄσπετα πολλά:

σέβας μ ἔχει εἰσορόωντα. οὐκ ἐστὶν δ ἀκόλουθον τῷ Ζηνός που τοιήδε γ Ὀλυμπίου ἔνδοθεν αὐλὴ ἐπιφέρειν ὅσσατάδ ἄσπετα πολλά, σόλοικον ὀ`ν τῷ ἀσυνήθει τῆς ἀναγνώσεως, ἔτι τοίνυν οὐδ ἡ αὐλὴ ἁρμόττει ἐπὶ τοῦ οἴκου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION