- 텍스트

Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 11

(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 11)

διότι δὲ οὐ πιθανὸν ἀκρόαμα παρὰ τῷ Μενελάῳ τυγχάνειν δῆλον ἐκ τοῦ δι ὁμιλίας ὅλον τὸ συμπόσιον περαίνεσθαι τῆς πρὸς ἀλλήλους, ὄνομα δὲ μηδὲν εἰρῆσθαι τοῦ ᾠδοῦ μηδὲ ᾠδὴν ἣν ᾖδε μηδὲ προσέχειν τοὺς περὶ Τηλέμαχον αὐτῷ, καθάπερ δὲ ἐν σιωπῇ τινι καὶ ἠρεμίᾳ κατανοεῖν μᾶλλον τὸν οἶκον καίτοι γε πῶς οὐκ ἀπίθανον τοὺς τῶν φρονιμωτάτων υἱέας Ὀδυσσέως καὶ Νέστορος ἐπαριστέρους εἰσάγεσθαι, ὥστε τρόπον ἀγροίκων τινῶν μὴ προσέχειν τοῖς παρεσκευασμένοις ἀκροάμασιν·? ὁ γοῦν Ὀδυσσεὺς προσέχει τοῖς τῶν Φαιάκων ᾀσματοποιοῖς: : μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ, καίπερ ἔχων πολλὰ τὰ περιέλκοντα καὶ δυνάμενος εἰπεῖν κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤπερ ἀοιδαί.

πῶς οὖν οὐκ ἂν ἀβέλτερος εἰή ὁ Τηλέμαχος ᾠδοῦ παρόντος καὶ κυβιστητῆρος προσκύπτων πρὸς τὸν Πεισίστρατον καὶ περὶ τῶν σκευῶν διαλεγόμενος· ἀλλ Ὅμηρος ὥσπερ ἀγαθὸς ζωγράφος πάντα ὅμοιον τῷ πατρὶ τὸν Τηλέμαχον παρίστησι.

πεποίηκεν γοῦν ἀμφοτέρους τὸν μὲν τῷ Ἀλκινόῳ, τὸν δὲ τῷ Μενελάῳ διὰ δακρύων γνωριζομένους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION