호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς φορμίζων δοιὼ δὲ κυβιστητῆρε κατ αὐτοὺς μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.? τοῖς μὲν οὖν Κρησὶν ἥ τε ὄρχησις ἐπιχώριος καὶ τὸ κυβιστᾶν. διό φησι πρὸς τὸν Κρῆτα Μηριόνην Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἲ σ1 ἔβαλόν περ. ὅθεν καὶ Κρητικὰ καλοῦσι τὰ ὑπορχήματα: Κρῆτα μὲν καλέουσι τρόπον, τὸ δ ὄργανον Μολοσσόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기