호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τότε γὰρ ὀρθὸς ἐστι τῷ ὄντι καὶ οὐ σφαλερός, ὅταν συμμέτρως καὶ κεκραμένως πίνηται.? οἶνος γὰρ ἀνώγει ἠλεός, ὃς τ ἐφέηκε πολύφρονά περ μάλ ἀεῖσαι καὶ θ ἁπαλὸν γελάσαι καὶ τ ὀρχήσασθαι ἀνῆκεν καὶ τι ἔπος προέηκεν ὅπερ τ ἄρρητον ἄμεινον: τὸν γὰρ οἶνον Ὅμηρος οὐκ ἠλεὸν ὥσπερ ἠλίθιον καλεῖ καὶ ματαιοποιόν, οὐδὲ κελεύει σκυθρωπὸν εἶναι μήτε ᾄδοντα μήτε γελῶντα μήτ ἐρρύθμως ποτὲ καὶ πρὸς ὄρχησιν τρεπόμενον. οὐχ οὕτως ἀγροῖκος οὐδ ἐπαρίστερός ἐστιν, ἀλλ ᾔδει τούτων ἑκάστου καὶ ποσότητος καὶ ποιότητος διαφοράν. ὅθεν οὐκ εἶπεν ὡς ἄρα τὸν πολύφρονα ὁ οἶνος ποιεῖ ᾆσαι, ἀλλὰ μάλ ἀεῖσαι, τουτέστιν ἀμέτρως καὶ ἐπὶ πλεῖον ὥστε προσοχλεῖν: οὐδέ τι γελάσαι μὰ ι οὐδ ὀρχήσασθαι:
: κοινὸν δ ἐπ ἀμφοτέρων λαβὼν τὸ ἁπαλὸν τὴν ἄνανδρον εἰς τοῦτο πρόπτωσιν ἐπιστομίζει: καὶ θ ἁπαλὸν γελάσαι καὶ τ ὀρχήσασθαι ἀνῆκεν. παρὰ δὲ τῷ Πλάτωνι τούτων οὐδὲν ἔμμετρον, ἀλλὰ πίνουσι μὲν τοσοῦτον ὥστε μηδὲ τοῖς ἰδίοις ποσὶν ἵστασθαι. ὁρ´α γὰρ τὸν ἐπίκωμον Ἀλκιβιάδην ὡς ἀσχημονεῖ: οἱ δ ἄλλοι τὸν ὀκτακότυλον ψυκτῆρα πίνουσι, προφάσεως λαβόμενοι ἐπείπερ αὐτοὺς προείλκυσεν Ἀλκιβιάδης, οὐχ ὥσπερ οἱ παρ Ὁμήρῳ: αὐτὰρ ἐπεὶ σπεῖσάν τ ἔπιόν θ ὅσον ἤθελε θυμός.
τούτων οὖν ἃ μὲν καθάπαξ περιγραπτέον, οἷς δὲ συμμέτρως χρηστέον ὥσπερ ἀναθήμασί τισι μικρὸν προσαποβλέψαντας, καθάπερ Ὅμηρος εἴρηκεν μολπὴ τ ὀρχηστύς τε: τὰ γάρ τ ἀναθήματα δαιτός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기