호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ πῶσ οὐ γελοῖον, ὁπότε περιφανὴσ ἦν ἡ βουθυσία καὶ πᾶσι γνώριμοσ; πῶσ δ’ ἂν ἦλθεν, εἰ μὴ ᾔδει; ἢ νὴ Δία περισπώμενον, φησίν, αὐτὸν εἰδὼσ συνεγνωμόνει τῷ μὴ κεκληκέναι καὶ συμπεριφερόμενοσ ἦλθεν αὐτόματοσ; ὥσπερ ὁ φήσασ ἄκλητον ἥκειν, ἵνα μὴ πρωίασ ὑποβλέπωσιν ἀλλήλουσ, ὁ μὲν αἰδούμενοσ, ὁ δὲ μεμφόμενοσ, ἀλλὰ γελοῖον ἦν ἐπιλαθέσθαι τὸν Ἀγαμέμνονα τοῦ ἀδελφοῦ, καὶ ταῦτα δι’ ἐκεῖνον οὐ μόνον εἰσ τὸ παρὸν θύοντα, ἀλλὰ καὶ τὸν πόλεμον ἀναδεδεγμένον, καὶ κεκληκότα τοὺσ μήτε γένει προσήκοντασ μήτε πατρίδι προσῳκειωμένουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기