호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐδίδαξεν δ Ὅμηρος καὶ οὓς οὐ δεῖ καλεῖν, ἀλλ αὐτομάτους ἰέναι, πρεπόντως ἐξ ἑνὸς τῶν ἀναγκαίων δεικνὺς τὴν τῶν ὁμοίων παρουσίαν αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος.? δῆλον γὰρ ὡς οὔτε ἀδελφὸν οὔτε γονέας οὔτε γυναῖκα κλητέον οὔτ εἴ τις ἰσοτίμως τινὰς τούτοις ἄγει: καὶ γὰρ ἂν ψυχρὸν εἰή καὶ ἄφιλον. καίτοι τινὲς στίχον προσέγραψαν τὴν αἰτίαν προστιθέντες ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο, ὥσπερ δέον εἰπεῖν αἰτίαν δι ἣν ἀδελφὸς αὐτόματος ἂν ἥκοι πρὸς δεῖπνον, πιθανῆς τῆς αἰτίας ἀποδιδομένης, πότερον γάρ φησιν ὡς οὐκ ᾔδει τὸν ἀδελφὸν ἑστιῶντα· καὶ πῶς οὐ γελοῖον, ὁπότε περιφανὴς ἦν ἡ βουθυσία καὶ πᾶσι γνώριμος·
πῶς δ ἂν ἦλθεν, εἰ μὴ ᾔδει· ἢ νὴ Δία περισπώμενον, φησίν, αὐτὸν εἰδὼς συνεγνωμόνει τῷ μὴ κεκληκέναι καὶ συμπεριφερόμενος ἦλθεν αὐτόματος· ὥσπερ ὁ φήσας ἄκλητον ἥκειν, ἵνα μὴ πρωίας ὑποβλέπωσιν ἀλλήλους, ὁ μὲν αἰδούμενος, ὁ δὲ μεμφόμενος, ἀλλὰ γελοῖον ἦν ἐπιλαθέσθαι τὸν Ἀγαμέμνονα τοῦ ἀδελφοῦ, καὶ ταῦτα δι ἐκεῖνον οὐ μόνον εἰς τὸ παρὸν θύοντα, ἀλλὰ καὶ τὸν πόλεμον ἀναδεδεγμένον, καὶ κεκληκότα τοὺς μήτε γένει προσήκοντας μήτε πατρίδι προσῳκειωμένους. Ἀθηνοκλῆς δ ὁ Κυζικηνὸς μᾶλλον Ἀριστάρχου κατακούων τῶν Ὁμηρικῶν ἐπῶν εὐπαιδευτότερον ἡμῖν φησι τοῦτον Ὅμηρον καταλιπεῖν, ὅσῳ τῆς ἀνάγκης ὁ Μενέλεως οἰκειοτέρως εἶχεν.
Δημήτριος δ ὁ Φαληρεὺς ἐπαρίστερον τὴν τοῦ στίχου παράληψιν ἐπειπὼν καὶ τῆς ποιήσεως ἀλλότριον,3 τὸν ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο μικρολογίαν ἐμβάλλειν τοῖς ἤθεσιν. "οἶμαι γάρ, φησίν, ἕκαστον τῶν χαριέντων ἀνθρώπων ἔχειν καὶ οἰκεῖον καὶ φίλον πρὸς ὃν ἂν ἔλθοι θυσίας οὔσης τὸν καλοῦντα μὴ περιμείνας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기