- 텍스트

Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 2

(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 2)

δοκεῖ γὰρ ἔχειν πρὸς φιλίαν τι ὁ οἶνος ἑλκυστικόν, παραθερμαίνων τὴν ψυχὴν καὶ διαχέων.? διόπερ οὐδὲ πρότερον ἠρώτων οἵτινες εἰε῀ν ἀλλ ὕστερον, ὡς τὴν ξενίαν αὐτὴν τιμῶντες, ἀλλ οὐ τοὺς ἐν μέρει καὶ καθ ἕκαστον ἡμῶν. τῶν δὲ νῦν δείπνων προνοοῦντες οἱ νομοθέται τά τε φυλετικὰ δεῖπνα καὶ τὰ δημοτικὰ προσέταξαν, ἔτι δὲ τοὺς θιάσους καὶ τὰ φρατρικὰ καὶ πάλιν τά ὀργεωνικὰ λεγόμενα, πολλῶν γοῦν εἰσι φιλοσόφων ἐν ἄστει σύνοδοι τῶν μὲν Διογενιστῶν, τῶν δὲ Ἀντιπατριστῶν λεγομένων, τῶν δὲ Παναιτιαστῶν. κατέλιπε δὲ καὶ Θεόφραστος εἰς τὴν τοιαύτην σύνοδον χρήματα, μὰ Δί οὐχ ἵνα ἀκολασταίνωσι συνιόντες, ἀλλ ἵνα τὰ κατὰ τὸν τοῦ συμποσίου λόγον σωφρόνως καὶ πεπαιδευμένως διεξάγωσι. συνεδείπνουν δ ὁσημέραι οἱ περὶ πρύτανιν σώφρονα καὶ σωτήρια τῶν πόλεων σύνδειπνα. "ἑσπέρα μὲν γάρ ἦν, ἧκε δὲ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις ὡς Ἐλάτεια κατείληπται. καὶ τοῖς φιλοσόφοις δὲ ἐπιμελὲς ἦν συνάγουσι τοὺς νέους μετ αὐτῶν πρός τινα τεταγμένον νόμον εὐωχεῖσθαι.

τοῦ γοῦν Ξενοκράτους ἐν Ἀκαδημείᾳ καὶ πάλιν Ἀριστοτέλους συμποτικοί τινες ἦσαν νόμοι, τὰ δ ἐν Σπάρτῃ φιδίτια καὶ τὰ παρὰ τοῖς Κρησὶν ἀνδρεῖα μετὰ πάσης ἐπιμελείας αἱ πόλεις συνῆγον. διὸ καί τις οὐ κακῶς ἔφη: οὐ χρὴ συμποσίοιο φίλους ἀπέχεσθαι ἑταίρους δηρὸν ἀνάμνησις δὲ πέλει χαριεστάτη αὕτη. Ἀντίπατρος δ ὁ φιλόσοφος συμπόσιόν ποτε συνάγων συνέταξε τοῖς ἐρχομένοις ὡς περὶ σοφισμάτων ἐροῦσιν.

Ἀρκεσίλαον δέ φησιν εἰς συμπόσιον παρακληθέντα καὶ συγκατακλιθέντα ἑνὶ τῶν βορῶς ἐσθιόντων, αὐτὸν δὲ μηδενὸς ἀπολαῦσαι δυνάμενον, ἐπεί τις αὐτῷ τῶν παρόντων ἐξέτεινεν, φάναι εὖ σοι γένοιτο, Τηλέφῳ δ ἁγὼ νοῶ: ἔτυχε δ ὁ κατοψοφαγῶν Τήλεφος καλούμενος. ὁ δὲ Ζήνων ἐπεί τις τῶν παρόντων ὀψοφάγων ἀπέσυρεν ἅμα τῷ παρατεθῆναι τὸ ἐπάνω τοῦ ἰχθύος, στρέψας καὶ αὐτὸς τὸν ἰχθὺν ἀπέσυρεν ἐπιλέγων Ἰνὼ δὲ τἀπὶ θάτερ ἐξειργάζετο. "ὦ παρόντες, ἔφη, τίς ὑμῶν τῷ μὲν ἄρτῳ ὡς ὄψῳ χρῆται, τῷ δ ὄψῳ ὡς ἄρτῳ·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION