- 텍스트

Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 60

(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 60)

κἀν ἄλλοις δ ὁ Πλάτων φησὶ Χαιρεφῶντα ἐρωτῆσαι τὴν Πυθίαν εἴ τις εἰή Σωκράτους σοφώτερος καὶ τὴν ἀνελεῖν μηδένα.? "Χαιρεφῶντος γάρ ποτε ἐπερωτήσαντος ἐν Δελφοῖς ὑπὲρ ἐμοῦ, ἀνεῖλεν ὁ Ἀπόλλων πολλῶν παρόντων μηδένα εἶναι ἀνθρώπων ἐμοῦ μήτε δικαιότερον μήτε σωφρονέστερον. πῶς οὖν εὔλογον ἢ πιθανὸν Σωκράτη τὸν ὁμολογοῦντα μηδὲν ἐπίστασθαι σοφώτατον ἁπάντων ὑπὸ τοῦ πάντα ἐπισταμένου θεοῦ ἀναρρηθῆναι· εἰ γὰρ τοῦτό ἐστι σοφία, τὸ μηδὲν εἰδέναι, τὸ πάντα εἰδέναι φαυλότης ἂν εἰή. τίς δ ἦν χρεία τῷ Χαιρεφῶντι παρενοχλεῖν τὸν θεὸν περὶ Σωκράτους πυνθανόμενον· αὐτὸς γὰρ ἦν ἀξιόπιστος ὑπὲρ αὑτοῦ λέγων ὡς οὔκ ἐστι σοφός. ὡς ἂν εἰ καὶ τοιαῦτα, τίνα τῶν Ἀττικῶν ἐρίων ἄλλ ἐστὶ μαλακώτερα, εἰ τῶν ἐν Βάκτροις καμήλων εἰσί τινες δυνατώτεροι, ἢ εἰ Σωκράτους ἐστί τις σιμότερος·

τοὺς γὰρ τὰ τοιαῦτα πυνθανομένους εὐστόχως ἐπιρραπίζει ὁ θεός, ὡς καὶ τὸν πυθόμενον, εἴτ Αἴσωπός ἐστιν ὁ λογοποιὸς ἢ ἄλλος τις, πῶς ἂν πλουτήσαιμι, Διὸς καὶ Λητοῦς υἱέ· χλευάζων ἀπεκρίνατο: εἰ τὸ μέσον κτήσαιο Κορίνθου καὶ Σικυῶνος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION