- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

πολίτης?

First declension Noun; Masculine 자동번역 Transliteration: polītēs

Principal Part: πολίτης πολίτου

Structure: πολιτ (Stem) + ης (Ending)

Etym.: cf. also πολιήτης

Sense

  1. citizen
  2. freeman
  3. fellow citizen, compatriot

Declension

First declension

The inflection forms above were generated by rules and some usages of them were not attested.

Due to a bug of system, some forms may display wrong accents.

Examples

  • ἢν δέ σοι μελήσῃ ποτὲ εἰδέναι ὅπως ἂν τὰ κάλλιστα οἰκηθείη πόλις καὶ ὅπως ἂν ἄριστοι γένοιντο οἱ πολῖται αὐτῆς, ἐπαινέσῃ τότε καὶ τὰς ἀσκήσεις ταύτας καὶ τὴν φιλοτιμίαν ἣν φιλοτιμούμεθα περὶ αὐτάς, καὶ εἴσῃ ὅτι πολὺ τὸ χρήσιμον ἔχουσιν ἐγκαταμεμιγμένον τοῖς πόνοις, εἰ καὶ νῦν μάτην σπουδάζεσθαι δοκοῦσιν. (Lucian, Anacharsis, (no name) 14:2)
  • μάλιστα δὲ καὶ ἐξ ἅπαντος τοῦτο προνοοῦμεν, ὅπως οἱ πολῖται ἀγαθοὶ μὲν τὰς ψυχάς, ἰσχυροὶ δὲ τὰ σώματα γίγνοιντο: (Lucian, Anacharsis, (no name) 20:5)
  • οἱ οὖν πολῖται ἀγανακτήσαντες ἐπὶ τῷ ἐξηπατῆσθαι, σφάζοντες ἐπώλουν. (Aristotle, Economics, Book 2 73:4)
  • ἐπεὶ δὲ οἱ ἄλλοι πολῖται εἰσήνεγκαν, ἐκέλευσε καὶ ταῦτα αὑτῷ δανεῖσαι ἐν χρόνῳ διειπάμενος ἐν ᾧ πάλιν αὐτοῖς ἀποδώσει. (Aristotle, Economics, Book 2 103:2)
  • τόνδε δ Αἰγίσθου νέκυν Ἄργους πολῖται γῆς καλύψουσιν τάφῳ. (Euripides, episode, anapests 5:2)
  • ὅστις μὲν οὖν σεμνύνεται πολίτης ὢν εὐδαίμονος πόλεως, ἀγνοεῖν μοι δοκεῖ τίνα χρὴ τιμὴν ἀπονέμειν τῇ πατρίδι, καὶ ὁ τοιοῦτος δῆλός ἐστιν ἀχθόμενος ἄν, εἰ μετριωτέρας ἔλαχε τῆς πατρίδος: (Lucian, Patriae Encomium, (no name) 2:1)
  • ὅτι μὲν οὖν ἀδελφὸς ἡμῶν ἐστιν οὑτοσὶ Εὐφίλητος καὶ πολίτης ὑμέτερος καὶ ἀδίκως ὑβρίσθη ὑπὸ τῶν ἐν τῷ δήμῳ συστάντων, ἱκανῶς οἰόμαι ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἀκηκοέναι. (Dionysius of Halicarnassus, chapter 17 6:1)
  • μέσος ἐν τοσούτῳ χρόνος, καὶ πολυπραγμονεῖταί σου ἅπας ὁ παρεληλυθὼς βίος, κἂν μέν τις ἢ πολίτης ὑπὸ φθόνου ἢ γείτων ἔκ τινος εὐτελοῦς αἰτίας προσκεκρουκὼς ἀνακρινόμενος εἴπῃ μοιχὸν ἢ παιδεραστήν, τοῦτ ἐκεῖνο, ἐκ τῶν Διὸς δέλτων ὁ μάρτυς, ἂν δὲ πάντες ἅμα ἑξῆς ἐπαινῶσιν, ὕποπτοι καὶ ἀμφίβολοι καὶ δεδεκασμένοι. (Lucian, De mercede, (no name) 12:3)
  • εἰ δὲ καὶ ὅτι μάλιστά σε αὐταῖς ἐκείναις εἴκασα, οὐκ ἐμὸν τοῦτο, οὐδὲ ἐγὼ πρῶτος ταύτην ἐτεμόμην τὴν ὁδόν, ἀλλὰ πολλοὶ καὶ ἀγαθοὶ ποιηταί, καὶ μάλιστα ὁ πολίτης ὁ σὸς Ὅμηρος, ὃν καὶ νῦν ἀναβιβάσομαι συναγορεύσοντά μοι, ἢ οὐδεμία μηχανὴ μὴ οὐχὶ καὶ αὐτὸν σὺν ἐμοὶ ἁλῶναι. (Lucian, Pro imaginibus, (no name) 24:1)
  • πολίτης χρηστός, οὐ σπουδαρχίδης, ἀλλ ἐξ ὅτου περ ὁ πόλεμος, στρατωνίδης, σὺ δ ἐξ ὅτου περ ὁ πόλεμος, μισθαρχίδης. (Aristophanes, Acharnians, Lyric-Scene, strophe 2 1:34)

Synonyms

  1. citizen

  2. fellow citizen

Related

명사

형용사

동사

Source: Ancient Greek entries from Wiktionary

Find this word at Wiktionary

SEARCH

MENU NAVIGATION