κρυμός?
Second declension Noun; Masculine
자동번역
Transliteration: krymos
Principal Part:
κρυμός
κρυμοῦ
Structure:
κρυμ
(Stem)
+
ος
(Ending)
Declension
Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- Λεύκιππος παρεκπεσεῖν τὴν γῆν εἰς τὰ μεσημβρινὰ μέρη διὰ τὴν ἐν τοῖς μεσημβρινοῖς ἀραιότητα, ἅτε δὴ πεπηγότων τῶν βορείων διὰ τὸ κατεψῦχθαι τοῖς κρυμοῖς, τῶν δ ἀντιθέτων πεπυρωμένων. (Pseudo-Plutarch, Placita Philosophorum, book 3, 1:1)
- καὶ συνέπεσεν ἀνθρώπους τε ὑπὸ τοῦ νιφετοῦ διαφθαρῆναί τινας καὶ πρόβατα πολλὰ καὶ τῶν ἄλλων κτηνῶν καὶ ὑποζυγίων μοῖραν οὐκ ὀλίγην, τὰ μὲν ὑπὸ τοῦ κρυμοῦ σφακελίσαντα, τὰ δὲ νομῆς τῆς συνήθους ἀπορίᾳ. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 12, chapter 8 2:2)
- εὑρ῀ε δ ὑπὸ κρυμοῦ γλυκὺ φάρμακον ἀντία γὰρ σχὼν γούνατ ἐκοιμήθη, ξεῖνε, μετ Ἀντιγόνης. (Unknown, Greek Anthology, Volume IV, book 11, chapter 3203)
- Ἕβρου Θρηικίου κρυμῷ πεπεδημένον ὕδωρ νήπιος εἰσβαίνων οὐκ ἔφυγεν θάνατον ἐς ποταμὸν δ ἤδη λαγαρούμενον ἴχνος ὀλισθὼν, κρυμῷ τοὺς ἁπαλοὺς αὐχένας ἀμφεκάρη. (Unknown, Greek Anthology, Volume III, book 9, chapter 561)
- εἰς σὲ δ, ἄνασσα, τοίην χὠ νιφόεις κρυμὸς ὀπωροφορεῖ. (Unknown, Greek Anthology, book 6, chapter 252 1:1)
- δυσχείμερος δὲ αὕτη ἡ καταλεχθεῖσα πᾶσα χώρη οὕτω δή τι ἐστί, ἔνθα τοὺς μὲν ὀκτὼ τῶν μηνῶν ἀφόρητος οἱο῀ς γίνεται κρυμός, ἐν τοῖσι ὕδωρ ἐκχέας πηλὸν οὐ ποιήσεις, πῦρ δὲ ἀνακαίων ποιήσεις πηλόν: (Herodotus, The Histories, book 4, chapter 28 1:1)
- ὡς δὲ ἀφῆκε τὴν ψυχήν, οὐκ ἔμελλεν ἄρα οὔτε πνῖγος θέρους οὔτε ἐν χειμῶνι κρυμὸς ἔσεσθαι τῷ νεκρῷ βλάβος ἅτε ἐν σκέπῃ πάσῃ κειμένῳ. (Pausanias, Description of Greece, , chapter 20 8:3)
- ἦν δὲ καὶ δὴ μέσος χειμὼν καὶ βορέας μέγας καὶ κρυμὸς, καὶ αἱ ψηφῖδες οὕτως ὑπὸ τοῦ πάγου πρὸς ἀλλήλας ἐδέδεντο ὥστε ἐοικέναι κρυστάλλῳ συνεχεῖ, καὶ τὸ ὕδωρ οἱο῀ν εἰκὸς ἐν τοιούτῳ ἀέρι. (Aristides, Aelius, Orationes, 5:4)
- καὶ τοῦ βορέου τὸ χρῆμα ἀμύθητον ἦν καὶ ὁ κρυμὸς ἐπηύξητο, οὐχ οὕτως πυκνὴν εὑρ῀ες ἂν ἐσθῆτα ὥστε ἱκανὴν εἶναι στέγειν, ἀλλὰ διεξῄει καὶ προσέπιπτε ταῖς πλευραῖς ὥσπερ βέλος. (Aristides, Aelius, Orationes, 18:3)