호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν Ῥώμῃ χειμῶνος γενομένου βιαίου, ἔνθα ἡ ἐλαχίστη χιὼν κατενίφθη, οὐκ ἐλάττων ἦν ἑπτὰ ποδῶν τὸ βάθος.? καὶ συνέπεσεν ἀνθρώπους τε ὑπὸ τοῦ νιφετοῦ διαφθαρῆναί τινας καὶ πρόβατα πολλὰ καὶ τῶν ἄλλων κτηνῶν καὶ ὑποζυγίων μοῖραν οὐκ ὀλίγην, τὰ μὲν ὑπὸ τοῦ κρυμοῦ σφακελίσαντα, τὰ δὲ νομῆς τῆς συνήθους ἀπορίᾳ. δένδρων τε καρποφόρων, ὅσα μὴ πέφυκεν ὑπερβολὰς νιφετῶν ὑπομένειν, τὰ μὲν εἰς τέλος ἐξηράνθη, τὰ δὲ ἐπικαέντα τοὺς βλαστοὺς ἄκαρπα ἐπὶ πολλοὺς χρόνους ἐγένετο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기