- 그-한 사전

헬라어(고대 그리스어, 희랍어)-한국어-영어 사전 Language

ἐναγώνιος?

1/2군 변화 형용사; 로마알파벳 전사: enagōnios 고전 발음: [에나고:니오] 신약 발음: [애나고니오]

기본형: ἐναγώνιος ἐναγώνιον

형태분석: ἐναγωνι (어간) + ος (어미)

  1. of or for a contest, who presided over games

곡용 정보

1/2군 변화
남/여성 중성
단수주격 ἐναγώνιος

(이)가

ἐναγώνιον

(것)가

속격 ἐναγωνίου

(이)의

ἐναγωνίου

(것)의

여격 ἐναγωνίῳ

(이)에게

ἐναγωνίῳ

(것)에게

대격 ἐναγώνιον

(이)를

ἐναγώνιον

(것)를

호격 ἐναγώνιε

(이)야

ἐναγώνιον

(것)야

쌍수주/대/호 ἐναγωνίω

(이)들이

ἐναγωνίω

(것)들이

속/여 ἐναγωνίοιν

(이)들의

ἐναγωνίοιν

(것)들의

복수주격 ἐναγώνιοι

(이)들이

ἐναγώνια

(것)들이

속격 ἐναγωνίων

(이)들의

ἐναγωνίων

(것)들의

여격 ἐναγωνίοις

(이)들에게

ἐναγωνίοις

(것)들에게

대격 ἐναγωνίους

(이)들을

ἐναγώνια

(것)들을

호격 ἐναγώνιοι

(이)들아

ἐναγώνια

(것)들아

위에 제시된 변화형은 규칙에 따라 생성된 것이며 일부 형태는 실제 사용여부가 입증되지 않았으니, 참고용으로만 사용하시길 바랍니다.

현재 일부 변화형의 강세가 잘못 표기되는 오류가 있어 수정 중에 있으니 유의하시길 바랍니다.

예문

  • μεγαλοψυχίας δ ἐστὶ τὸ καλῶς ἐνεγκεῖν καὶ εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν, καὶ τὸ θαυμάζειν μήτε τρυφὴν μήτε θεραπείαν μήτε ἐξουσίαν μήτε τὰς νίκας τὰς ἐναγωνίους, ἔχειν δέ τι βάθος τῆς ψυχῆς καὶ μέγεθος. (Aristotle, Virtues and Vices 25:1)

    (아리스토텔레스, Virtues and Vices 25:1)

  • ἐπεὶ μέντοι πολλοὺς τῶν ἀθλητῶν ἑώρα κακομαχοῦντας καὶ παρὰ τὸν νόμον τὸν ἐναγώνιον ἀντὶ τοῦ παγκρατιάζειν δάκνοντας, Οὐκ ἀπεικότως, ἔφη, τοὺς νῦν ἀθλητὰς οἱ παρομαρτοῦντες λέοντας καλοῦσιν. (Lucian, (no name) 49:1)

    (루키아노스, (no name) 49:1)

  • ὅτε δὲ συνῆκεν οὐκέθ οἱό῀ς τε ὢν αὑτῷ ἐπικουρεῖν, εἰπὼν πρὸς τοὺς παρόντας τὸν ἐναγώνιον τῶν κηρύκων πόδα λήγει μὲν ἀγὼν τῶν καλλίστων ἄθλων ταμίας, καιρὸς δὲ καλεῖ μηκέτι μέλλειν, καὶ πάντων ἀποσχόμενος ἀπῆλθεν τοῦ βίου φαιδρὸς καὶ οἱο῀ς ἀεὶ τοῖς ἐντυγχάνουσιν ἐφαίνετο. (Lucian, (no name) 65:1)

    (루키아노스, (no name) 65:1)

  • καὶ γὰρ ἐφόδοις χρῆται καὶ προκατασκευαῖς καὶ μερισμοῖς τεχνικωτέροις καὶ τίθησιν ἐν οἷς δίδωσι χρῆσιν ἕκαστον καὶ μέχρι πολλοῦ προάγει τὰς τῶν ἐπιχειρημάτων ἐξεργασίας σχημάτων τε μεταβολαῖς ἐναγωνίων καὶ παθητικῶν ποικίλλει τοὺς λόγους. (Dionysius of Halicarnassus, chapter 3 1:6)

    (디오니시오스, chapter 3 1:6)

  • ἐνθυμούμενος δέ, ὅτι τὴν μὲν ποιητικὴν κατασκευὴν καὶ τὸ μετέωρον δὴ τοῦτο καὶ πομπικὸν εἰρημένον οὐδεὶς Ἰσοκράτους ἀμείνων ἐγένετο, παρέλιπον ἑκών, οὓς ᾔδειν ἧττον ἐν ταῖς ἰδέαις ταύταις κατορθοῦντας, Γοργίαν μὲν τὸν Λεοντῖνον ἐκπίπτοντα τοῦ μετρίου καὶ πολλαχοῦ παιδαριώδη γιγνόμενον ὁρῶν, Ἀλκιδάμαντα δὲ τὸν ἀκουστὴν αὐτοῦ παχύτερον ὄντα τὴν λέξιν καὶ κενότερον, Θεόδωρον δὲ τὸν Βυζάντιον ἀρχαῖόν τινα καὶ οὔτε ἐν ταῖς τέχναις ἀκριβῆ οὔτε ἐξέτασιν ἱκανὴν ἐν τοῖς ἐναγωνίοις δεδωκότα λόγοις, Ἀναξιμένην δὲ τὸν Λαμψακηνὸν ἐν ἁπάσαις μὲν ταῖς ἰδέαις τῶν λόγων τετράγωνόν τινα εἶναι βουλόμενον καὶ γὰρ ἱστορίας γέγραφε καὶ περὶ τοῦ ποιητοῦ συντάξεις καταλέλοιπε καὶ τέχνας ἐξενήνοχεν, ἧπται δὲ καὶ συμβουλευτικῶν καὶ δικανικῶν ἀγώνων, οὐ μέντοι τέλειόν γε ἐν οὐδεμιᾷ τούτων τῶν ἰδεῶν ἀλλ ἀσθενῆ καὶ ἀπίθανον ὄντα ἐν ἁπάσαις θεωρῶν. (Dionysius of Halicarnassus, chapter 193)

    (디오니시오스, chapter 193)

  • εἰ δὲ μὴ ἐναγώνιος ἡ ὄρχησις, ἐκείνην εἶναί φημι αἰτίαν, τὸ δόξαι τοῖς ἀγωνοθέταις μεῖζον καὶ σεμνότερον τὸ πρᾶγμα ἢ ὥστε εἰς ἐξέτασιν καλεῖσθαι. (Lucian, De saltatione, (no name) 32:1)

    (루키아노스, De saltatione, (no name) 32:1)

  • ἐναγώνιος τοίνυν ἔσομαι. (Aristophanes, Plutus, Episode 1:29)

    (아리스토파네스, Plutus, Episode 1:29)

  • βαλλομένων γὰρ ἀπὸ τῆς ἄκρας ἤδη τῶν περὶ τὸν Ἄρατον καὶ μαχομένων, ἀλαλαγμὸς ἐναγώνιος ἐχώρει κάτω, καὶ κραυγὴ περιήχει, διὰ τὴν ἀπὸ τῶν ὀρῶν ἀνάκλασιν συγκεχυμένη καὶ ἄδηλος ὅθεν εἴληφε τὴν ἀρχήν, διαπορούντων δὲ αὐτῶν ἐφ ὅ τι χρὴ τραπέσθαι μέρος, Ἀρχέλαος ὁ τῶν βασιλικῶν ἡγεμὼν στρατιώτας ἔχων πολλοὺς μετὰ κραυγῆς ἀνέβαινε καὶ σαλπίγγων, ἐπιφερόμενος τοῖς περὶ τὸν Ἄρατον, καὶ παρήλλαττε τοὺς τριακοσίους, οἱ δὲ ὥσπερ ἐξ ἐνέδρας ἀναστάντες ἐμβάλλουσιν αὐτῷ καὶ διαφθείρουσιν οἷς ἐπέθεντο πρώτοις, τοὺς δὲ ἄλλους καὶ τὸν Ἀρχέλαον φοβήσαντες ἐτρέψαντο καὶ κατεδίωξαν ἄχρι τοῦ σκεδασθῆναι περὶ τὴν πόλιν διαλυθέντας. (Plutarch, Aratus, chapter 22 3:1)

    (플루타르코스, Aratus, chapter 22 3:1)

  • ὑπτία γάρ ἐστι καὶ ὑπαγωγικὴ καὶ περιρρέουσα τοῖς νοήμασιν, ὥσπερ εἰσὶν αἱ τῶν ἱστορικῶν, ἡ δ ἐναγώνιος στρογγύλη τε εἶναι βούλεται καὶ συγκεκροτημένη καὶ μηδὲν ἔχουσα κολπῶδες. (Dionysius of Halicarnassus, De Demosthene, chapter 18 1:9)

    (디오니시오스, De Demosthene, chapter 18 1:9)

  • καὶ Σιμωνίδης δὲ τὰς Πλειάδας Πελειάδας εἴρηκεν ἐν τούτοις ι δίδωτι δ εὖχος Ἑρμᾶς ἐναγώνιος, Μαίας εὐπλοκάμοιο παῖς, ἔτικτε δ Ἄτλας ἑπτὰ ἰοπλοκάμων φιλᾶν θυγατρῶν τὰν γ ἔξοχον εἶδος, ταὶ καλέονται Πελειάδες οὐράνιαι. (Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 803)

    (아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 803)

유의어

  1. of or for a contest

관련어

명사

형용사

동사

출처: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

이 단어를 Perseus Greek Word Study Tool에서 찾기

SEARCH

MENU NAVIGATION