κόρδαξ?
Third declension Noun; Masculine
Transliteration: kordax
Principal Part:
κόρδαξ
κόρδακος
Structure:
κορδακ
(Stem)
+
ς
(Ending)
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἤκουον γάρ, οἶμαι, τῶν σκοπῶν ἀλλόκοτα ὑπὲρ τῆς στρατιᾶς αὐτοῦ ἀγγελλόντων, ὡς ἡ μὲν φάλαγξ αὐτῷ καὶ οἱ λόχοι γυναῖκες εἰε῀ν ἔκφρονες καὶ μεμηνυῖαι, κιττῷ ἐστεμμέναι, νεβρίδας ἐνημμέναι, δοράτια μικρὰ ἔχουσαι ἀσίδηρα, κιττοποίητα καὶ ταῦτα, καί τινα πελτάρια, κοῦφα, βομβοῦντα, εἴ τις μόνον προσάψαιτο - ἀσπίσι γὰρ εἴκαζον, οἶμαι,τὰ τύμπανα - - ὀλίγους δέ τινας ἀγροίκους νεανίσκους ἐνεῖναι, γυμνούς, κόρδακα ὀρχουμένους, οὐρὰς ἔχοντας, κεράστας, οἱᾶ τοῖς ἄρτι γεννηθεῖσιν ἐρίφοις ὑποφύεται. (Lucian, (no name) 1:2)
- τριῶν γοῦν οὐσῶν τῶν γενικωτάτων ὀρχήσεων, κόρδακος καὶ σικιννίδος καὶ ἐμμελείας, οἱ Διονύσου θεράποντες οἱ Σάτυροι ταύτας ἐφευρόντες ἀφ αὑτῶν ἑκάστην ὠνόμασαν, καὶ ταύτῃ τῇ τέχνῃ χρώμενος ὁ Διόνυσος, φασίν Τυρρηνοὺς καὶ Ἰνδοὺς καὶ Λυδοὺς ἐχειρώσατο καὶ φῦλον οὕτω μάχιμον τοῖς αὑτοῦ θιάσοις κατωρχήσατο. (Lucian, De saltatione, (no name) 22:2)
- δοκεῖς δέ μοι, ὅταν κωμῳδίαν καὶ τραγῳδίαν ἐπαινῇς, ἐπιλελῆσθαι ὅτι καὶ ἐν ἑκατέρᾳ ἐκείνων ὀρχήσεως ἴδιόν τι εἶδός ἐστιν, οἱο῀ν τραγικὴ ^ μὲν ἡ ἐμμέλεια, κωμῳδικὴ δὲ ὁ κόρδαξ, ἐνίοτε δὲ καὶ τρίτης, ^ σικιννίδος, προσλαμβανομένης. (Lucian, De saltatione, (no name) 26:1)
- τῷ δείπνῳ ὅ τε Ἀπόλλων ἐκιθάρισε καὶ ὁ Σιληνὸς κόρδακα ὠρχήσατο καὶ αἱ Μοῦσαι ἀναστᾶσαι τῆς τε Ἡσιόδου Θεογονίας ᾖσαν ἡμῖν καὶ τὴν πρώτην ᾠδὴν τῶν ὕμνων τῶν Πινδάρου. (Lucian, Icaromenippus, (no name) 27:4)
- Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς, προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχ, ἣν Φρύνιχος πάλαι πεποίηχ, ἣν τὸ κῆτος ἤσθιεν. (Aristophanes, Clouds, Parabasis, parabasis16)
- τοῦτον τὸν Βάθυλλόν φησιν Ἀριστόνικος καὶ Πυλάδην, οὗ ἐστι καὶ σύγγραμμα περὶ ὀρχήσεως, τὴν Ἰταλικὴν ὄρχησιν συστήσασθαι ἐκ τῆς κωμικῆς, ἣ ἐκαλεῖτο κόρδαξ, καὶ τῆς τραγικῆς, ἣ ἐκαλεῖτο ἐμμέλεια, καὶ τῆς σατυρικῆς ἣ ἐλέγετο σίκιννις διὸ καὶ οἱ σάτυροι σικιννισταί, ἧς εὑρετὴς Σίκιννός τις βάρβαρος. (Athenaeus, The Deipnosophists, book 1, chapter 372)
- λέπεται κόρδαξ: (Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 67 2:3)
- τὰ δὲ στασιμώτερα καὶ πυκνότερα καὶ τὴν ὄρχησιν ἁπλουστέραν ἔχοντα καλεῖται δάκτυλοι, ἰαμβική, Μολοσσικὴ ἐμμέλεια, κόρδαξ, σίκιννις, Περσική, Φρύγιος νιβατισμός, Θρᾴκιος κολαβρισμός, τελεσιὰς: (Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 271)
- ἡ δ ὑπορχηματικὴ τῇ κωμικῇ οἰκειοῦται ἥτις καλεῖται κόρδαξ: (Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 28 4:3)