ἔγκλημα?
Third declension Noun; Neuter
자동번역
Transliteration: enklēma
Principal Part:
ἔγκλημα
ἔγκληματος
Structure:
ἐγκληματ
(Stem)
Sense
- an accusation, charge, complaint
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- πραότητος δ ἐστὶ τὸ δύνασθαι φέρειν μετρίως ἐγκλήματα καὶ ὀλιγωρίας, καὶ τὸ μὴ ταχέως ὁρμᾶν ἐπὶ τὰς τιμωρίας, καὶ τὸ μὴ εὐκίνητον εἶναι πρὸς τὰς ὀργάς, ἄπικρον δὲ τῷ ἤθει καὶ ἀφιλόνεικον, ἔχοντα τὸ ἠρεμαῖον ἐν τῇ ψυχῇ καὶ στάσιμον. (Aristotle, Virtues and Vices 15:3)
- ἐθέλω γοῦν ἐκ περιττοῦ χρησάμενος τῇ παρρησίᾳ καὶ ὁμόσε χωρήσας τῷ ἐπιφερομένῳ ἐγκλήματι καθ᾿ ὑπερβολὴν ἀπολογήσασθαι, καὶ δὴ φημί σοι μηδένα μηδὲν ἀμισθὶ ποιεῖν, οὐδ᾿ ἂν τοὺς τὰ μέγιστα πράττοντας εἴπῃς, ὅπου μηδὲ βασιλεὺς αὐτὸς ἄμισθός ἐστιν. (Lucian, Apologia 31:1)
- καὶ τοῦτο μὲν ὡς ἀληθῶς γελοῖον λέγεις, τὸ φιλοσοφοῦντας δικάζεσθαι πρὸς ἀλλήλους, δέον, εἰ καί τι μέγα εἰή, κατ εἰρήνην ἐν σφίσι διαλύεσθαι τὰ ἐγκλήματα. (Lucian, Eunuchus, (no name) 1:5)
- καινόν γε τὸ ἔγκλημα φής, ὦ Λυκῖνε, καὶ ἤδη γελᾶν καὶ αὐτός, ὦ ἑταῖρε, προάγομαι τῆς παραδόξου ταύτης κατηγορίας ἀκούων. (Lucian, Eunuchus, (no name) 6:4)
- καί τι καὶ ἐτόλμα προστιθέναι ὁ Βαγώας τοιοῦτον, ὡς πολὺ ἐπιτηδειότερος τοῖς νέοις εὐνοῦχος διδάσκαλος οὐδὲ διαβολήν τινα πρὸς αὐτοὺς ἐνδέξασθαι δυνάμενος οὐδὲ τὸ τοῦ Σωκράτους ἐκεῖνο ἔγκλημα παθεῖν ἂν ὡς διαφθείρων τὰ μειράκια. (Lucian, Eunuchus, (no name) 9:2)
- καὶ νῦν ἅτερος μὲν πρὸς τὴν τῶν λόγων ἐπίδειξιν, ὥς φασιν, γυμνάζεται καὶ παρασκευάζεται καὶ κατηγορίαν συγκροτεῖ καὶ τὸ τῆς μοιχείας ἔγκλημα ὑποκινεῖ, ἐναντιώτατον αὑτῷ καὶ οὗτος κατὰ τοὺς φαύλους τῶν ῥητόρων τοῦτο ποιῶν καὶ εἰς τοὺς ἄνδρας τὸν ἀντίδικον ἐκ τοῦ ἐγκλήματος καταλέγων: (Lucian, Eunuchus, (no name) 13:1)
- "ἀλλ ἔτι γε ἡ κατηγορία καὶ τὸ ἔγκλημα θερμὸν ἦν, καὶ ἐῴκει οὐκ εἰς μακρὰν ἐπαναστήσεσθαί τις αὐτῷ, καὶ μάλιστα ὁ δῆμος αὐτὸς ἠγανάκτει, χρηστόν, ὡς ἔφασαν οἱ ἰδόντες, γέροντα πενθοῦντες οὕτως ἀσεβῶς ἀπολωλότα. (Lucian, De morte Peregrini, (no name) 9:30)
- ἐκεῖνο δὲ καινότερον νῦν δυστυχῶ, ὅτι ἔγκλημα μὲν ἴδιον οὐκ ἔχω, κινδυνεύω δὲ τιμωρίαν ὑποσχεῖν ὑπὲρ τῆς τέχνης εἰ μὴ πάντα δύναται πείθεσθαι τούτῳ κελεύοντι, οὗ τί γένοιτ ἂν ἀτοπώτερον, θεραπεύειν ἐκ προστάγματος, οὐκέθ ὡς ἡ τέχνη δύναται, ἀλλ ὡς ὁ πατὴρ βούλεται · (Lucian, Abdicatus, (no name) 1:2)