δωροδοκία?
First declension Noun; Feminine
Transliteration: dōrodokia
Principal Part:
δωροδοκία
Structure:
δωροδοκι
(Stem)
+
α
(Ending)
Sense
- a taking of bribes, openness to bribery
Declension
First declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἐπείληπτο δὲ τῆς γραφούσης χειρὸς οὐχ ἡ δωροδοκία τῶν Μακεδόνων, ὡς οὗτοι πλαττόμενοι λέγουσιν, ἀλλ ὁ καιρὸς καὶ ἡ χρεία καὶ τὸ τῆς πατρίδος συμφέρον καὶ ἡ τοῦ βασιλέως φιλανθρωπία. (Demades, On the Twelve Years, 10:1)
- τίς οὕτως εὐέλπις ὑμῶν ἐστιν, ὦ Ἀθηναῖοι, τίς οὕτως ἀλόγιστος, τίς τῶν προγεγενημένων καὶ νῦν ἐνεστηκότων πραγμάτων ἄπειρος, ὅστις ἐλπίζει τὸν ἐκ τοσαύτης εὐδαιμονίας εἰς τοσαύτην ἀδοξίαν καταστήσαντα τὴν πόλιν, δι ἡντιναδήποτε αἰτίαν ἢ τύχην - ἐῶ γὰρ τοῦτο - νῦν, ἐπειδὴ πρὸς ταῖς ἄλλαις ἀπορίαις καὶ τοῖς περιεστηκόσιν ἡμᾶς κινδύνοις καὶ ἡ τῶν ἐξ αὐτῆς τῆς πόλεως δωροδοκία προσγέγονε, καὶ περὶ αἰσχρᾶς αἰτίας κοινῇ πάντες ἀγωνιζόμεθα καὶ περὶ τοῦ μὴ δοκεῖν τὰ ἰδίᾳ παρά τισιν ὄντα χρήματα κοινῇ τὸν δῆμον ἔχειν, τηνικαῦτα συμβουλεύοντα καὶ διοικοῦντα τοῦτον σώσειν ὑμᾶς· (Dinarchus, Speeches, 113:1)
- δωροδοκία γὰρ καὶ προδοσία κρινομένη παρ ὑμῖν δυοῖν θάτερον ἐκ τοῦ λοιποῦ χρόνου ποιήσει τοὺς ἄλλους, ἢ χρήματα λαμβάνειν καθ ὑμῶν θαρροῦντας ὡς οὐ δώσοντας δίκην, ἢ φοβεῖσθαι τὸ λαμβάνειν ὡς τῆς τιμωρίας τοῖς ληφθεῖσιν ἀξίας γενησομένης τῶν ἀδικημάτων. (Dinarchus, Speeches, 27:2)
- χρήματα τοίνυν ὁ μέν Ἀλκιβιάδης καὶ λαβεῖν οὐκ εὖ πολλάκις ἐκ δωροδοκιῶν καὶ διαθέσθαι κακῶς εἰς τρυφὴν καὶ ἀκολασίαν ἱστόρηται: (Plutarch, Comparison of Alcibiades and Coriolanus, chapter 3 1:1)
- ἀλλ οὐδὲ τούτοις ἐνέδωκεν ὁ Κάτων, καίπερ ἐνίους τῶν φίλων μαλασσομένους καὶ ὑπομεμφομένους ὁρῶν, ἀλλὰ φήσας ὅτι πᾶσα δωροδοκία προφάσεως ἂν εὐπορήσειεν, οἱ δὲ φίλοι μεθέξουσιν ὧν ἂν ἔχῃ καλῶς καὶ δικαίως κτησάμενος, ἀπέπεμψε τὰ δῶρα πρὸς τὸν Δηϊόταρον. (Plutarch, Cato the Younger, chapter 15 3:1)
- οὐ γὰρ ὑποψίᾳ δήπου διανομῆς ἀργυρίου καὶ δεκασμῶν ἄζωστον ἐβούλοντο προσιέναι καὶ ἀχίτωνα τοῖς πολίταις τὸν δεόμενον αὐτῶν ὀψὲ γὰρ μετὰ πολὺν χρόνον ὠνὴ καὶ πρᾶσις ἐπεισῆλθε, καὶ συνεμίγη ταῖς ἐκκλησιαστικαῖς ψήφοις ἀργύριον, ἐκ δὲ τούτου καὶ δικαστῶν θιγοῦσα καὶ στρατοπέδων ἡ δωροδοκία περιέστησεν εἰς μοναρχίαν τὴν πόλιν, ἐξανδραποδισαμένη τὰ ὅπλα τοῖς χρήμασιν. (Plutarch, Lives, chapter 14 2:1)