호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰκτῖνος δ οὖν τῶν Ἑλλήνων ἦρχεν τότε κἀβασίλευεν.? τῶν Ἑλλήνων· καὶ κατέδειξέν γ οὗτος πρῶτος βασιλεύων προκυλινδεῖσθαι τοῖς ἰκτίνοις. νὴ τὸν Διόνυσον, ἐγὼ γοῦν ἐκυλινδούμην ἰκτῖνον ἰδών: κᾆθ ὕπτιος ὢν ἀναχάσκων ὀβολὸν κατεβρόχθισα: κᾆτα κενὸν τὸν θύλακον οἴκαδ ἀφεῖλκον. Αἰγύπτου δ αὖ καὶ Φοινίκης πάσης κόκκυξ βασιλεὺς ἦν: χὠπόθ ὁ κόκκυξ εἴποι κόκκυ, τότ ἂν οἱ Φοίνικες ἅπαντες τοὺς πυροὺς ἂν καὶ τὰς κριθὰς ἐν τοῖς πεδίοις ἐθέριζον. τοῦτ ἄρ ἐκεῖν ἦν τοὔπος ἀληθῶς: κόκκυψωλοὶ πεδίονδε. ἦρχον δ οὕτω σφόδρα τὴν ἀρχήν, ὥστ εἴ τις καὶ βασιλεύοι ἐν ταῖς πόλεσιν τῶν Ἑλλήνων Ἀγαμέμνων ἢ Μενέλαος, ἐπὶ τῶν σκήπτρων ἐκάθητ ὄρνις μετέχων ὅ τι δωροδοκοίη. τουτὶ τοίνυν οὐκ ᾔδη γώ: καὶ δῆτά μ ἐλάμβανε θαῦμα, ὁπότ ἐξέλθοι Πρίαμός τις ἔχων ὄρνιν ἐν τοῖσι τραγῳδοῖς, ὁ δ ἄρ εἱστήκει τὸν Λυσικράτη τηρῶν ὅ τι δωροδοκοίη. ὃ δὲ δεινότατόν γ ἐστὶν ἁπάντων, ὁ Ζεὺς γὰρ ὁ νῦν βασιλεύων αἰετὸν ὄρνιν ἕστηκεν ἔχων ἐπὶ τῆς κεφαλῆς βασιλεὺς ὤν, ἡ δ αὖ θυγάτηρ γλαῦχ, ὁ δ Ἀπόλλων ὥσπερ θεράπων ἱέρακα. νὴ τὴν Δήμητρ εὖ ταῦτα λέγεις. τίνος οὕνεκα ταῦτ ἄρ ἔχουσιν· ἵν ὅταν θύων τις ἔπειτ αὐτοῖς ἐς τὴν χεῖρ, ὡς νόμος ἐστίν, τὰ σπλάγχνα διδῷ, τοῦ Διὸς αὐτοὶ πρότεροι τὰ σπλάγχνα λάβωσιν. ὤμνυ τ οὐδεὶς τότ <ἂν> ἀνθρώπων θεόν, ἀλλ ὄρνιθας ἅπαντες: Λάμπων δ ὄμνυς ἔτι καὶ νυνὶ τὸν χῆν, ὅταν ἐξαπατᾷ τι. οὕτως ὑμᾶς πάντες πρότερον μεγάλους ἁγίους τ ἐνόμιζον, νῦν δ ἀνδράποδ ἠλιθίους Μανᾶς:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기