- παρακειμένων δὲ τῶν κρεῶν τοῦ βοὸς προσιόντες οἱ οἰκεῖοι καὶ τῶν ἄλλων ὁ βουλόμενος μοῖραν ἕκαστος λαβὼν ἐπιβὰς τῇ βύρσῃ τὸν δεξιὸν πόδα ὑπισχνεῖται κατὰ δύναμιν, ὁ μὲν πέντε ἱππέας παρέξειν ἀσίτους καὶ ἀμίσθους, ὁ δὲ δέκα, ὁ δὲ πλείους, ὁ δὲ ὁπλίτας ἢ ^ πεζοὺς ὁπόσους ἂν δύνηται, ὁ δὲ μόνον ἑαυτόν, ὁ πενέστατος. (Lucian, Toxaris vel amicitia, (no name) 47:4)
(루키아노스, Toxaris vel amicitia, (no name) 47:4)
- - καὶ γὰρ αὐτὸς μετέσχον τῆς ἐξόδου αὐτοῖς, ἐπιδοὺς ἐν τῇ βύρσῃ τότε ἱππέας αὐτοτελεῖς ἑκατόν - οὐ πολλῷ ἔλαττον τῶν τρισμυρίων σὺν τοῖς ἱππεῦσιν ἀθροισθέντες ὑπεμένομεν τὴν ἔφοδον ἐστρατήγει δὲ ὁ Ἀρσακόμας. (Lucian, Toxaris vel amicitia, (no name) 53:4)
(루키아노스, Toxaris vel amicitia, (no name) 53:4)
- τούτων ἐστὶ τῶν ὁρκίων μνημεῖον ἐν Ῥώμῃ κείμενον ἐν ἱερῷ Διὸς Πιστίου, ὃν Ῥωμαῖοι Σάγκον καλοῦσιν, ἀσπὶς ξυλίνη βύρσῃ βοείᾳ περίτονος τοῦ σφαγιασθέντος ἐπὶ τῶν ὁρκίων τότε βοός, γράμμασιν ἀρχαϊκοῖς ἐπιγεγραμμένη τὰς γενομένας αὐτοῖς ὁμολογίας. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 58 6:1)
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 58 6:1)
- Χρόνῳ δ, ἐντεῦθεν ὁρμώμενοι καὶ τῶν περιοίκων ἀμείνους ὄντες ἐς χεῖρας ἐλθεῖν, ναυσί τε χρώμενοι καὶ τὴν θάλασσαν οἱᾶ Φοίνικες ἐργαζόμενοι, τὴν πόλιν τὴν ἔξω τῇ Βύρσῃ περιέθηκαν. (Appian, The Foreign Wars, chapter 1 2:1)
(아피아노스, The Foreign Wars, chapter 1 2:1)
- Ἀρχομένου δ ἦρος ὁ μὲν Σκιπίων ἐπεχείρει τῇ τε Βύρσῃ καὶ τῶν λιμένων τῷ καλουμένῳ Κώθωνι, ὁ δὲ Ἀσδρούβας νυκτὸς ἐνεπίμπρη τὸ μέρος τοῦ Κώθωνος τὸ τετράγωνον. (Appian, The Foreign Wars, chapter 19 1:1)
(아피아노스, The Foreign Wars, chapter 19 1:1)