- γίγνονται δὲ καὶ μέγισταί τινες μυῖαι, ἃς στρατιώτιδας οἱ πολλοὶ καλοῦσιν, οἱ δὲ κύνας, τραχύταται τὸν βόμβον καὶ τὴν πτῆσιν ὠκύταται, αἵ γε καὶ μακροβιώταταὶ εἰσιν καὶ τοῦ χειμῶνος ὅλου ἄσιτοι διακαρτεροῦσιν ὑπεπτηχυῖαι τοῖς ὀρόφοις μάλιστα, ἐφ ὧν κἀκεῖνο θαυμάζειν ἄξιον, ὅτι ἀμφότερα, καὶ τὰ θηλειῶν καὶ τὰ ἀρρένων, δρῶσιν καὶ βαινόμεναι καὶ ^ βαίνοντες ἐν τῷ μέρει κατὰ τὸν Ἑρμοῦ καὶ Ἀφροδίτης παῖδα τὸν μικτὸν τὴν φύσιν καὶ διττὸν τὸ κάλλος. (Lucian, Muscae Encomium, (no name) 12:1)
(루키아노스, Muscae Encomium, (no name) 12:1)
- τοιούτων οὖν ἔτι πολλῶν λεγομένων τότε ἐξάκουστος ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν αὐλῶν τε βόμβος καὶ κυμβάλων ἦχος ἔτι τε τυμπάνων κτύπος μετὰ ᾠδῆς ἅμα γινόμενος. (Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 631)
(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 631)
- ἐγὼ δὲ ἔχων ἔτι πολλὰ λέγειν περὶ μουσικῆς αὐλῶν ἀκούων βόμβου καταπαύσω τὸ πολυλογεῖν, τὰ ἐκ Φιλαύλου Φιλεταίρου ἐπειπών: (Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 341)
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 341)
- καίτοι κλύω μὲν Ἀσιάδος μιτρηφόρους Κυβέλας γυναῖκας, παῖδας ὀλβίων Φρυγῶν, τυπάνοισι καὶ ῥόμβοισι καὶ χαλκοκτύπων βόμβοις βρεμούσας ἀντίχερσι κυμβάλων. (Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 382)
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 382)
- Ὁκόσα μὲν οὖν ὡς ἐπὶ ὀξείῃ γίγνεται τῇ νούσῳ, πρόσθεν μοι λέλεκται· ἢν δὲ ἐν χρόνῳ μίμνῃ, οὐδὲ ἐπὶ τοῖσι διαλείμμασι ἀσινέες, νωθροὶ, ἄθυμοι, κατηφέες, ἐξάνθρωποι , ἄμικτοι, οὐδὲ ἡλικίῃσι μειλίχιοι, ἄγρυπνοι, δυσόνειροι πολλοῖσι ἀλλοκότοισι, ἀπόσιτοι, πέψαι κακοὶ, ἄχροοι, μολιβδώδεες, δυσμαθέες νωθείῃ γνώμης τε καὶ αἰσθήσιος, βαρυήκοοι, ἦχοι, βόμβοι ἀνὰ τὴν κεφαλήν . (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 29)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., , 29)
- ὕπνου δὲ ἀγωγὰ ἑκάστου καὶ τὰ ξυνήθεα · ναυτίλῳ μὲν, ἡ ἐν ἀκάτῳ κατάκλισις , καὶ ἐν θαλάσσῃ περιφορὴ, καὶ αἰγιαλῶν ἦχος, καὶ κυμάτων κτύπος, ἀνέμων τε βόμβος, καὶ θαλάσσης καὶ νηὸς ὀδμή· μουσικῷ δὲ ἔτι, ἐθισμὸς αὐλῶν ἐφ ἡσυχίῃ, ἢ ψαλμὸς λύρης, ἢ πηκτίδος, ἢ μελέτη παίδων σὺν ᾠδῇ· διδασκάλῳ δὲ, νηπιάχων μύθων προσομιλίη. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 54)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 54)
- Ἢν δὲ ἀναφέρῃ μὲν ἤδη τὴν αἴσθησιν, βάρος μέν τι ἐπὶ τῆς κεφαλῆς, καὶ ἦχος, ἢ βόμβος ἐῄ, καὶ διὰ τοῦ στόματος ἄγειν φλέγμα, μαστίχην τὰ πρῶτα ἐς μάσησιν διδόντα, ὡς ξυνεχὲς ἀποπτύοι· ἔπειτα δ αὖθις ἀσταφίδος ἀγρίης, κόκκου τοῦ τῆς Κνίδου, πάντων δὲ μάλιστα σινήπιος, ὅτι τε ξύνηθες, ἀτὰρ ἠδὲ ὅτι τῶν ἄλλων μᾶλλον τόδε φλεγμάτων ἀγωγόν· κἢν μὲν καταπίῃτις ἑκὼν, ἱκανὸν μὲν τὰ ἐν τῷ στομάχῳ λῦσαι· δυνατὸν δὲ καὶ ὑγρῆναι γαστέρα καὶ φύσας ἀγαγεῖν · καὶ γάρ μοί κοτε ἐκ ξυντυχίης τάδε ξυνέβη, καταπιόντος τοῦ ἀνθρώπου κατὰ γνώμην τὴν ἐμήν· ἀγαθὴ δὲ διδάσκαλος ἡ πείρη· χρὴ δὲ καὶ αὐτὸν πειρῆν· εὐλαβίη γὰρ ἀπειρίη. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 138)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 138)
- ἐξότε τηλεφίλου πλαταγήματος ἠχέτα βόμβος γαστέρα μαντῴου μάξατο κισσυβίου, ἔγνων ὡς φιλέεις με: (Unknown, Greek Anthology, book 5, chapter 2961)
(작자 미상, Greek Anthology, book 5, chapter 2961)
- εἶναι καὶ θεῖος - ἀλλὰ διὰ τὴν βαρύτητα τῆς φωνῆς βόμβος τις ἐν τῷ οἰκήματι γιγνόμενος ἀσαφῆ ἐποίει τὰ λεγόμενα. (Plato, Euthydemus, Protagoras, Gorgias, Meno, 51:1)
(플라톤, Euthydemus, Protagoras, Gorgias, Meno, 51:1)