- ἐπὶ τούτοις τὰ Πελοπιδῶν καὶ Μυκῆναι καὶ τὰ ἐν αὐταῖς καὶ πρὸ αὐτῶν, Ἴναχος καὶ Ιὢ καὶ ὁ φρουρὸς αὐτῆς Ἄργος καὶ Ἀτρεὺς καὶ Θυέστης καὶ Αἐρόπη, καὶ τὸ χρυσοῦν ἀρνίον καὶ Πελοπείας ^ γάμος καὶ Ἀγαμέμνονος σφαγὴ καὶ Κλυταιμήστρας τιμωρία καὶ ἔτι πρὸ τούτων ἡ τῶν ἑπτὰ λοχαγῶν στρατεία καὶ ἡ τῶν φυγάδων γαμβρῶν τοῦ Ἀδράστου ὑποδοχὴ καὶ ὁ ἐπ αὐτοῖς χρησμὸς καὶ ἡ τῶν πεσόντων ἀταφία καὶ Ἀντιγόνης διὰ ταῦτα καὶ Μενοικέως ἀπώλεια. (Lucian, De saltatione, (no name) 43:1)
(루키아노스, De saltatione, (no name) 43:1)
- ἀχθομένων δὲ πάντων ἐπὶ τῇ τῶν πεσόντων ἀταφίᾳ, καὶ μάλιστα ἐπὶ τοῖς χιλιάρχοις, ὁ Σκιπίων τινὰ λύσας τῶν αἰχμαλώτων ἔπεμψε πρὸς Ἀσδρούβαν, καὶ παρῄνει θάψαι τοὺς χιλιάρχους. (Appian, The Foreign Wars, chapter 15 4:5)
(아피아노스, The Foreign Wars, chapter 15 4:5)
- ἐγένετο μὲν οὖν τοιάδε ἕτερα ἐν αὐτῇ κατά τε Σύλλαν καὶ ἔτι πρὸ ἐκείνου Γάιον Μάριον, ὧν ὁμοίως τὰ γνωριμώτατα τῶν κακῶν ἐν τοῖς περὶ ἐκείνων ἀνελεξάμην, καὶ προσῆν ἐκείνοις ἀταφία: (Appian, The Civil Wars, book 4, chapter 3 5:2)
(아피아노스, The Civil Wars, book 4, chapter 3 5:2)
- "σὺ τοίνυν, εἶπεν, ἐν τοῖς Ιἑροσολύμοις γενομένη μετάπεμψαι μὲν τοὺς στασιώτας αὐτῶν, ἐπιδείξασα δὲ τὸ σῶμα τοὐμὸν ἐκείνοις ὅπως μοι βούλονται χρῆσθαι μετὰ πολλῆς ἀξιοπιστίας ἐπίτρεπε, εἴτε καθυβρίζειν ἀταφίᾳ μου θελήσουσι τὸν νεκρὸν ὡς πολλὰ πεπονθότες ἐξ ἐμοῦ, εἴτ ἄλλην τινὰ κατ ὀργὴν αἰκίαν τῷ σώματι προσφέρειν. (Flavius Josephus, Antiquitates Judaicae, Book 13 499:1)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 13 499:1)