- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

περιώδυνος?

First/Second declension Adjective; Transliteration: periōdynos

Principal Part: περιώδυνος περιώδυνον

Structure: περιωδυν (Stem) + ος (Ending)

Etym.: ὀδύνη

Sense

  1. exceeding painful
  2. suffering great pain

Examples

  • οἰόνται δεῖν κολάζειν, ὡς Κτησιφῶν ὁ παγκρατιαστὴς ἀντιλακτίσαι τὴν ἡμίονον ἀξιῶν, ἀλλὰ καὶ περὶ τὰς τυραννικὰς μιαιφονίας τῷ πικρῷ τὸ μικρόψυχον αὐτῶν καὶ τῷ δρῶντι τὸ πεπονθὸς ἐνορώμενον ἐοίκε τοῖς δήγμασι τῶν ἑρπετῶν, ὅταν διακαῇ καὶ περιώδυνα γένηται , τὴν φλεγμονὴν ἀπερειδομένων σφοδρὰν τοῖς λελυπηκόσιν. (Plutarch, De cohibenda ira, section 8 3:1)
  • τὰ γὰρ ἔργα καὶ τὰ κινήματα καὶ τὰ σχήματα μικρότητα πολλὴν καὶ ἀσθένειαν κατηγορεῖ , οὐ μόνον ἐν οἷς παιδάρια σπαράττουσι καὶ πρὸς γύναια διαπικραίνονται καὶ κύνας καὶ ἵππους καὶ ἡμιόνους οἰόνται δεῖν κολάζειν, ὡς Κτησιφῶν ὁ παγκρατιαστὴς ἀντιλακτίσαι τὴν ἡμίονον ἀξιῶν, ἀλλὰ καὶ περὶ τὰς τυραννικὰς μιαιφονίας τῷ πικρῷ τὸ μικρόψυχον αὐτῶν καὶ τῷ δρῶντι τὸ πεπονθὸς ἐνορώμενον ἐοίκε τοῖς δήγμασι τῶν ἑρπετῶν, ὅταν διακαῇ καὶ περιώδυνα α γένηται, τὴν φλεγμονὴν ἀπερειδομένων σφοδρὰν τοῖς λελυπηκόσιν. (Plutarch, De cohibenda ira, section 8 1:2)
  • φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος, μηδὲ δεμνιοτήρης, μόλοι τὸν αἰεὶ φέρους ἐν ἡμῖν Μοῖρ ἀτέλευτον ὕπνον, δαμέντος φύλακος εὐμενεστάτου καὶ πολλὰ τλάντος γυναικὸς διαί: (Aeschylus, Agamemnon, choral, strophe 11)
  • καὶ ὡς μὲν ὁ ἰατρὸς ἔφη, εἰ μὴ κάθαρσις αἵματος αὐτομάτη μοι πάνυ πολλὴ συνέβη περιωδύνῳ ὄντι καὶ ἀπορουμένῳ ἤδη, κἂν ἔμπυος γενόμενος διεφθάρην: (Demosthenes, Speeches 51-61, 20:1)
  • Περιπλευμονίης ἐκλεικτὸν, χαλβάνη καὶ κόκκαλος ἐν μέλιτι ἀττικῷ‧ καὶ ἀβρότονον ἐν ὀξυμέλιτι, πέπερι‧ ἐλλέβορον μέλανα ἀποζέσας πλευριτικῷ ἐν ἀρχῇ περιωδύνῳ ἐόντι δίδου‧ ἀγαθὸν δὲ καὶ τὸ πάνακες ἐν ὀξυμέλιτι ἀναζέσαντα καὶ διηθέοντα διδόναι πίνειν, καὶ ἡπατικοῖσι καὶ τῇσιν ἀπὸ τῶν φρενῶν περιωδυνίῃσι, καὶ ὁκόσα δεῖ ἐς κοιλίην καὶ ἐς οὔρησιν, ἐν οἴνῳ καὶ μέλιτι, τὰ δὲ ἐς κοιλίην, ξὺν ὑδαρεῖ μελικρήτῳ πίνειν πλείω δίδου. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 11.6)
  • καὶ αὐτὸν ἐδίωκον ἱππεῖς ἄλλοι τε πολλοὶ καὶ Μασσανάσσης, περιώδυνος ὢν ἐκ τοῦ τραύματος, ἀεί τε πλησιάζων, καὶ μέγα ποιούμενος αἰχμάλωτον Ἀννίβαν ἀγαγεῖν Σκιπίωνι. (Appian, The Foreign Wars, chapter 7 10:5)
  • ὁ οὖν φθόρος αὐτοῖς ἦν πολύς τε καὶ περιώδυνος, συνοῦσιν ὀδωδόσι καὶ σηπομένοις σώμασιν. (Appian, The Foreign Wars, chapter 10 7:7)
  • οὐδεὶς δ ἂν οὔτε λουτροῖς οὔτ ἀλείμμασιν οὔτε στρωμναῖς προείλετο χρῆσθαι, οὐ μὴν οὐδὲ πρὸς τὰ ἀφροδίσια προσελθεῖν ἂν ἐτόλμησεν, ἀλλὰ καθάπερ ἀγαπητοῦ τέκνου τελευτήσαντος ἕκαστος περιώδυνος γινόμενος ἐπένθει τὰς εἰρημένας ἡμέρας. (Diodorus Siculus, Bibliotheca Historica, book 1, chapter 72 3:1)

Synonyms

  1. exceeding painful

  2. suffering great pain

Related

명사

형용사

동사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION