- πῶς οὗτος, οἰέσθε, τὸ θέατρον ἐπεφρίκει καὶ τὸ ἀρχεῖον, τὸ βουλευτήριον, τὸ συμπόσιον, ὁ τὸν θάλαμον ἑαυτῷ δεσμωτήριον πεποιηκώς· (Plutarch, Ad principem ineruditum, chapter, section 4 11:3)
(플루타르코스, Ad principem ineruditum, chapter, section 4 11:3)
- τοῦτο γὰρ τὸ ἀρχεῖον ἰσχύειν ἐκ διαφορᾶς τῶν βασιλέων, τῷ τὰ βελτίονα λέγοντι προστιθέμενον τὴν ψῆφον, ὅταν ἅτερος ἐρίζῃ πρὸς τὸ συμφέρον: (Plutarch, Agis, chapter 12 2:2)
(플루타르코스, Agis, chapter 12 2:2)
- ὁ γὰρ Ἀγησίλαος ἐφορεύων, ἀπηλλαγμένος οἷς ταπεινὸς ἦν πρότερον, οὐδενὸς ἐφείδετο φέροντος ἀργύριον ἀδικήματος, ἀλλὰ μῆνα τρισκαιδέκατον, οὐκ ἀπαιτούσης τότε τῆς περιόδου, παρὰ τὴν νενομισμένην τάξιν τῶν χρόνων ἐνέβαλε τοῖς τέλεσι καὶ παρέπραττε, δεδιὼς δὲ τοὺς ἀδικουμένους καὶ μισούμενος ὑπὸ πάντων ἔτρεφε μαχαιροφόρους, καὶ φυλαττόμενος ὑπὸ τούτων κατέβαινεν εἰς τὸ ἀρχεῖον. (Plutarch, Agis, chapter 16 1:1)
(플루타르코스, Agis, chapter 16 1:1)
- ἑσπέρας δὲ τῶν ἀρχόντων, ὥσπερ ἔθος ἐστί, κοινῇ δειπνούντων οἱ περὶ τὸν Δάμωνα παρεισπεσόντες εἰς τὸ ἀρχεῖον ἀπέσφαξαν αὐτοὺς καὶ πάλιν ᾤχοντο φεύγοντες ἐκ τῆς πόλεως. (Plutarch, , chapter 1 4:3)
(플루타르코스, , chapter 1 4:3)
- ἐν δὲ Μεγάροις, ὅτε τὴν στρατιὰν ἀπῆγεν ἐκ Θηβῶν, ἀναβαίνοντος αὐτοῦ πρὸς τὸ ἀρχεῖον εἰς τὴν ἀκρόπολιν, σπάσμα καὶ πόνον ἰσχυρὸν ἔλαβε τὸ ὑγιὲς σκέλος: (Plutarch, Agesilaus, chapter 27 1:1)
(플루타르코스, Agesilaus, chapter 27 1:1)