- 문장 내 검색

헬라어 문장 내 검색 Language

οἱ δ ἀμφὶ τὸν Μάρυλλον καὶ τῶνδε τῶν ἀνδρῶν τὸν ἀρξάμενον ἐξεῦρον καὶ τοῖς ὑπηρέταις ἐκέλευον ἄγειν ἐς δίκην ἐπὶ τὸ ἀρχεῖον αὑτῶν.?
(아피아노스, The Civil Wars, book 2, chapter 16 3:5)
ἡ γὰρ ἀρχὴ κυρία μὲν αὐτὴ τῶν μεγίστων αὐτοῖς ἐστιν, γίνονται δ ἐκ τοῦ δήμου παντός, ὥστε πολλάκις ἐμπίπτουσιν ἄνθρωποι σφόδρα πένητες εἰς τὸ ἀρχεῖον, οἳ διὰ τὴν ἀπορίαν ὤνιοι ἦσαν.
(아리스토텔레스, 정치학, Book 2 225:2)
συνέχει μὲν οὖν τὴν πολιτείαν τὸ ἀρχεῖον τοῦτο - ἡσυχάζει γὰρ ὁ δῆμος διὰ τὸ μετέχειν τῆς μεγίστης ἀρχῆς, ὥστ εἴτε διὰ τὸν νομοθέτην εἴτε διὰ τύχην τοῦτο συμπέπτωκεν, συμφερόντως ἔχει τοῖς πράγμασιν:
(아리스토텔레스, 정치학, Book 2 227:2)
ὃ μὲν γὰρ ἔχει κακὸν τὸ τῶν ἐφόρων ἀρχεῖον, ὑπάρχει καὶ τούτοις γίνονται γὰρ οἱ τυχόντες, ὃ δ ἐκεῖ συμφέρει πρὸς τὴν πολιτείαν, ἐνταῦθ οὐκ ἔστιν.
(아리스토텔레스, 정치학, Book 2 264:2)
ἐν δὲ ταῖς ὀλιγαρχίαις ἢ προσαιρεῖσθαί τινας ἐκ τοῦ πλήθους, ἢ κατασκευάσαντας ἀρχεῖον οἱο῀ν ἐν ἐνίαις πολιτείαις ἐστὶν οὓς καλοῦσι προβούλους καὶ νομοφύλακας, περὶ τούτων χρηματίζειν περὶ ὧν ἂν οὗτοι προβουλεύσωσιν οὕτω γὰρ μεθέξει ὁ δῆμος τοῦ βουλεύεσθαι, καὶ λύειν οὐθὲν δυνήσεται τῶν περὶ τὴν πολιτείαν, ἔτι ἢ ταὐτὰ ψηφίζεσθαι τὸν δῆμον ἢ μηθὲν ἐναντίον τοῖς εἰσφερομένοις, ἢ τῆς συμβουλῆς μὲν μεταδιδόναι πᾶσι, βουλεύεσθαι δὲ τοὺς ἄρχοντας.
(아리스토텔레스, 정치학, Book 4 234:1)
"καὶ ὁ παράσιτος νῦν ἐπ ἄδοξον μετάκειται πρᾶγμα, πρότερον δ ἐκαλοῦντο παράσιτοι οἱ ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκλογὴν αἱρούμενοι καὶ ἦν ἀρχεῖόν τι παρασίτων.
(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 27 1:3)
ὅτι δὲ καὶ ἀρχεῖον ἦν αὐτῶν ἐν τῷ αὐτῷ νόμῳ τάδε γέγραπται:
(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 27 1:6)
ἐκεῖνοι γὰρ οὐ πάντα ἔπραττον ὡς αὐτοῖς ἐδόκει, ἀλλὰ περὶ πολλῶν ὑπήκουον τοῖς ἐφόροις, ὅτε κατέστη τοῦτο τὸ ἀρχεῖον ἐν Σπάρτῃ, Θεοπόμπου βασιλεύοντος πρὸς ἐνιαυτόν, οὐδὲν ἧττον ἐκράτουν τῶν βασιλέων:
(디오, 크리소토모스, 연설 (2), ΑΓΑΜΕΜΝΩΝ Η ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ. 8:1)
ἀπὸ δύο γὰρ οἴκων ἐν αὐτῇ διεδέχοντο δύο βασιλεῖς, αἰεὶ τῶν κατὰ πόλεμον ἡγούμενοι πραττομένων, τὸ δὲ τῶν γερόντων ἀρχεῖον τῶν ὅλων προειστήκει.
(디오도로스 시켈로스, Library, book xvii, chapter 103 13:2)
εἰσὶ δ ἐκ τῶν ἀρίστων οἴκων ἄνδρες ἐπίλεκτοι διὰ παντὸς ἱερώμενοι τοῦ βίου, Νόμα τοῦ βασιλέως πρώτου καὶ τοῦτο Ῥωμαίοις τὸ ἱερὸν ἀρχεῖον καταστησαμένου:
(디오니시오스, Antiquitates Romanae, book 2, chapter 72 1:3)
οἰόμαι δ ἐπειδήπερ οὐκ ἔστιν ἐπιχώριον Ἕλλησι τὸ περὶ τοὺς εἰρηνοδίκας ἀρχεῖον ἀναγκαῖον εἶναί μοι πόσων καὶ πηλίκων ἐστὶ πραγμάτων κύριον διελθεῖν, ἵνα τοῖς ἀγνοοῦσι τὴν Ῥωμαίων εὐσέβειαν, ἣν οἱ τότε ἄνδρες ἐπετήδευον, μὴ παράδοξον εἶναι φανῇ τὸ πάντας αὐτοῖς τὸ κάλλιστον λαβεῖν τοὺς πολέμους τέλος.
(디오니시오스, Antiquitates Romanae, book 2, chapter 72 4:2)
τελευτῶν γοῦν, ἐπειδὴ πολλὴν αὐτοῦ καταδρομὴν ἐποιήσατο καὶ τοὺς θυμοὺς ἐξέκαυσε τῶν δημοτῶν, πολὺς ἐμπνεύσας τῇ κατηγορίᾳ τέλος ἐξήνεγκεν, ὅτι θάνατον αὐτοῦ καταψηφίζεται τὸ ἀρχεῖον τῆς εἰς τοὺς ἀγορανόμους ὕβρεως ἕνεκεν, οὓς τῇ προτέρᾳ τῶν ἡμερῶν ἄγειν αὐτὸν κελευσθέντας ὑφ αὑτῶν τύπτων ἀπήλασεν:
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 35 4:3)
καὶ τοῦτ ἔπεισαν ἡμᾶς οἱ σύμβουλοι τὸ ἀρχεῖον ἐᾶσαι παρελθεῖν εἰς τὴν πόλιν ἐπὶ τῷ κοινῷ παραγινόμενον κακῷ, καὶ μάλιστ ἐπὶ τῷ κατὰ τῆς βουλῆς φθόνῳ, πολλά, εἴπερ ἄρα μέμνησθε, κεκραγότος ἐμοῦ καὶ μαρτυρομένου θεούς τε καὶ ἀνθρώπους ὅτι πόλεμον ἐμφύλιον ἄπαυστον εἰς τὴν πόλιν εἰσάξετε, καὶ πάνθ ὅσα ὑμῖν προβέβηκε λέγοντος.
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 49 7:1)
γινομένου δ αὐτοῖς ἐμποδὼν ἐπὶ κωλύσει τῆς καταγραφῆς ἑνὸς τῶν δημάρχων, Τεβερίου Ποντοφικίου καὶ τὸ περὶ τῆς κληρουχίας ψήφισμα ἀνακαλουμένου, θεραπεύσαντες τῶν συναρχόντων αὐτοῦ τινας, ὥσπερ ἐποίησαν οἱ πρὸ αὐτῶν ὕπατοι, διέστησαν τὸ ἀρχεῖον:
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 5 1:2)
οἱ δὲ περὶ τὸν Πόπλιον δήμαρχοι οὐθὲν ἔτι διαμελλήσαντες τὸν ἐν τῷ πρόσθεν ἐνιαυτῷ οὐ δυνηθέντα νόμον ἐπικυρωθῆναι πάλιν εἰσέφερον, προσγράψαντες αὐτῷ καὶ τὸ τῶν ἀγορανόμων ἀρχεῖον ἐν ταῖς αὐταῖς ψηφοφορεῖσθαι ἐκκλησίαις, καὶ πάντα τἆλλα, ὅσα ἐν τῷ δήμῳ πράττεσθαί τε καὶ ἐπικυροῦσθαι δεήσει, ὑπὸ τῶν φυλετῶν ἐπιψηφίζεσθαι κατὰ ταὐτόν:?
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 43 6:3)

SEARCH

MENU NAVIGATION