ἄξενος?
First/Second declension Adjective;
Transliteration: axenos
Principal Part:
ἄξενος
ἄξενη
ἄξενον
Structure:
ἀξεν
(Stem)
+
ος
(Ending)
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου - καὶ τίς θαλάσσης βουκόλοις κοινωνία· (Euripides, Iphigenia in Tauris, episode16)
- Λιβύης τ ἐρήμους ἀξένους τ ἐπιδρομὰς πέπλευκα πάσας: (Euripides, Helen, episode, dialogue5)
- ἅτε γὰρ ἀξένους καὶ ἀγρίους ὄντας αὐτοὺς ἔχθρᾳ μὲν ἀεὶ συνεῖναι καὶ ὀργῇ καὶ θυμῷ, φιλίαν δὲ μηδὲ πρὸς τοὺς οἰκειοτάτους ἐπαναιρεῖσθαι, τεκμαιρόμενος τοῖς τε ἄλλοις ἃ περὶ αὐτῶν ἀκούομεν καὶ ὅτι κατεσθίουσι τοὺς πατέρας ἀποθανόντας. (Lucian, Toxaris vel amicitia, (no name) 8:5)
- ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου. (Plutarch, De exilio, section 7 8:1)
- καὶ γὰρ τὸν Αἰόλον δυναστεῦσαί φασι τῶν περὶ τὴν Λιπάραν νήσων καὶ τῶν περὶ τὴν Αἴτνην καὶ Λεοντίνην Κύκλωπας καὶ Λαιστρυγόνας ἀξένους τινάς: (Strabo, Geography, book 1, chapter 2 18:10)
- τὸ γὰρ δύο ὄντας οὕτω μέγα τόλμημα τολμῆσαι καὶ τοσοῦτον ἀπὸ τῆς αὐτῶν ἀπάραντας ἐκπλεῦσαι ἐς τὸν Πόντον ἀπείρατον ἔτι τοῖς Ἕλλησιν ὄντα πλὴν μόνων τῶν ἐπὶ τῆς Ἀργοῦς ἐς τὴν Κολχίδα στρατευσάντων, μὴ καταπλαγέντας μήτε τοὺς μύθους τοὺς ἐπ αὐτῷ ^ μήτε τὴν προσηγορίαν καταδείσαντας ὅτι ἄξενος ἐκαλεῖτο, οἱᾶ, οἶμαι, ἀγρίων ἐθνῶν περιοικούντων, καὶ ἐπειδὴ ἑάλωσαν, οὕτως ἀνδρείως χρήσασθαι τῷ πράγματι καὶ μὴ ἀγαπῆσαι εἰ διαφεύξονται ^ μόνον, ἀλλὰ τιμωρησαμένους τὸν βασιλέα τῆς ὕβρεως καὶ τὴν Ἄρτεμιν ἀναλαβόντας ἀποπλεῦσαι, πῶς ταῦτα οὐ θαυμαστὰ καὶ θείας τινὸς τιμῆς ἄξια παρὰ πάντων ὁπόσοι ἀρετὴν ἐπαινοῦσιν · (Lucian, Toxaris vel amicitia, (no name) 3:4)
- νύμφη βαθύζωνε παῦσαι χόλου τοῦδ, οὔτε γὰρ νεῖκος ἥκει σέ τοι δᾴου μάχας οὐδ ἀξενός που σέθεν γλῶσσαν μάταιός τ ἀφ ἡμῶν θίγοι. (Sophocles, Ichneutae 20:1)
- παρὰ δὲ κυανεᾶν πελάγει διδύμας ἁλὸς ἀκταὶ Βοσπόριαι ἥδ ὁ Θρῃκῶν ἄξενος Σαλμυδησσός, ἵν ἀγχίπτολις Ἄρης δισσοῖσι Φινείδαις εἶδεν ἀρατὸν ἕλκος τυφλωθὲν ἐξ ἀγρίας δάμαρτος ἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοις ἀραχθέντων, ὑφ αἱματηραῖς χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν. (Sophocles, Antigone, choral, strophe 21)
- Σκυθῶν μὲν γὰρ μὴ μεμνῆσθαι κατ ἄγνοιάν φασι, μηδὲ τῆς περὶ τοὺς ξένους ὠμότητος αὐτῶν, καταθυόντων καὶ σαρκοφαγούντων καὶ τοῖς κρανίοις ἐκπώμασι χρωμένων, δι οὓς Ἄξενος ὠνομάζετο ὁ πόντος, πλάττειν δ ἀγαυούς τινας ἱππημολγοὺς γαλακτοφάγους ἀβίους τε, δικαιοτάτους ἀνθρώπους, τοὺς οὐδαμοῦ γῆς ὄντας. (Strabo, Geography, Book 7, chapter 3 14:5)