- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

πολυπίδακος?

First/Second declension Adjective; Transliteration: polypidakos

Principal Part: πολυπίδακος πολυπίδακον

Structure: πολυπιδακ (Stem) + ος (Ending)

Etym.: = πολυπῖδαξ, Hhymn.

Sense

Examples

  • , πλεξάμεναι στεφάνους εὐώδεας ἄνθεα γαίης ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι, νύμφαι καὶ Χάριτες, ἅμα δὲ χρυσῆ Ἀφροδίτη, καλὸν ἀείδουσαι κατ ὄρος πολυπιδάκου Ἴδης. (Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 30 2:4)
  • Ἀγχίσεω δ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ, ὃς τότ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς. (Anonymous, Homeric Hymns, 7:1)
  • Ἴδην δ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν, βῆ δ ἰθὺς σταθμοῖο δι οὔρεος: (Anonymous, Homeric Hymns, 7:8)
  • οἱό῀ν θ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων ἔννεπον, ὡς ὅ γ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι, καί ῥ ὅ γ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων, ἐξίκετ, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν. (Anonymous, Homeric Hymns, 3:2)
  • πᾶν γὰρ δὴ πεδίον τόδ ἐπίφρονος Αὐγείαο, πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι, μέχρις ἐπ ἐσχατιὰς πολυπίδακος ἀκρωρείης, ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ, ἣ δίκη οἰκήων, οἷσιν βίος ἔπλετ ἐπ ἀγροῦ. (Theocritus, Idylls, 11)
  • Ζῆνα δ ἐπ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ. (Homer, Iliad, Book 14 17:3)
  • ἵπποι δ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης ἑστᾶς, οἵ μ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν. (Homer, Iliad, Book 14 32:5)
  • πάντες δ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν. (Homer, Iliad, Book 20 8:4)
  • Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς, κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων, ἀλλ ἔθ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης. (Homer, Iliad, Book 20 22:10)

Related

명사

형용사

동사

부사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION