- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἀφροδίτην? 7:

(익명 저작, Homeric Hymns, Εἲς Ἀφροδίτην 7:)

Ἀγχίσεω δ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ, ὃς τότ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς. τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη ἠράσατ, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν. ἐς Κύπρον δ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν, ἐς Πάφον: ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης. ἐνθ ἥ γ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς: ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ ἀμβρότῳ, οἱᾶ θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας, ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἠε῀ν. ἑσσαμένη δ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη σεύατ ἐπὶ Τροίης προλιποῦς εὐώδεα Κύπρον, ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον. Ἴδην δ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν, βῆ δ ἰθὺς σταθμοῖο δι οὔρεος: οἳ δὲ μετ αὐτὴν σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες, ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι ἠίσαν: ἣ δ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν καὶ τοῖς ἐν στήθεσσι βάλ ἵμερον: οἳ δ ἅμα πάντες σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION