βλάστημα?
Third declension Noun; Neuter
Transliteration: blastēma
Principal Part:
βλάστημα
βλάστηματος
Structure:
βλαστηματ
(Stem)
Sense
- offspring, an offshoot
- an eruption
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων, καὶ αὐτὸς ἑστὼς παῤ ἐσχάρᾳ βωμοῦ κυκλόθεν αὐτοῦ στέφανος ἀδελφῶν, ὡς βλάστημα κέδρου ἐν τῷ Λιβάνῳ. καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων. (Septuagint, Liber Sirach 50:12)
- ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα πλεύσαντες αὖθις· (Euripides, Hecuba, episode, lyric 5:7)
- καὶ τἄλλ ὅσα χθὼν καλὰ φέρει βλαστήματα. (Euripides, Helen, episode 4:20)
- καὶ τὴν κακίαν δὲ βλάστημα τῆς ὕλης γεγονέναι, ἵνα μή, φησί, τὸ θεῖον αἴτιον τῶν κακῶν νομισθείη. (Plutarch, Compendium libri de animae procreatione in Timaeo, section 2 3:1)
- "σόγκους δ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ ὀνομήνω, μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις, βολβίνας θ, αἳ Ζῆνος Ὀλυμπίου εἰσὶν ἀοιδή, ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος, λευκοτέρας χιόνος, ἰδέειν ἀμύλοισιν ὁμοίας τάων φυομένων ἠράσσατο πότνια γαστήρ, ὅτι Νίκανδρος Μεγαρῆας βολβοὺς ἐπαινεῖ. (Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 52189)
- ὡς γὰρ ὁ γεωργὸς ἄγριον μὲν ἐκκόπτων βλάστημα καὶ ἀγεννές, αὐτόθεν ἀφειδῶς ἐμβαλὼν τὸ σκαφεῖον ἀνέτρεψε τὴν ῥίζαν ἢ πῦρ προσαγαγὼν ἐπέκαυσεν ἀμπέλῳ δὲ προσιὼν τομῆς δεομένῃ καὶ μηλέας ἤ τινος ἐλαίας ἁπτόμενος, εὐλαβῶς ἐπιφέρει τὴν χεῖρα, δεδιὼς μή τι τοῦ ὑγιαίνοντος ἀποτυφλώσῃ: (Plutarch, De vitioso pudore, section 2 3:1)
- οὕτως ὁ φιλόσοφος φθόνον μὲν ἐξαιρῶν νέου ψυχῆς, ἀγεννὲς βλάστημα καὶ δυστιθάσευτον, ἢ φιλαργυρίαν ἀώρον, ἢ φιληδονίαν ἐπικόπτων ἀκόλαστον αἱμάσσει καὶ πιέζει καὶ τομὴν ποιεῖ καὶ οὐλὴν βαθεῖαν ὅταν δὲ τρυφερῷ μέρει ψυχῆς καὶ ἁπαλῷ κολούοντα προσαγάγῃ λόγον, οἱό῀ν ἐστι τὸ δυσωπούμενον καὶ διατρεπόμενον, εὐλαβεῖται μὴ λάθῃ τούτοις συναποκόψας τὸ αἰδούμενον. (Plutarch, De vitioso pudore, section 2 4:1)